Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1463 Ἀμάλη. ὁ καρπόϲ. καὶ παροιμία· Αὐταῖϲ ἀμάλαιϲ· ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων, οἱονεὶ αὐτοῖϲ βάθροιϲ.

[*](Prov.)

1464 Ἅμ᾿ ἠλέηται καὶ τέθνηκεν ἡ χάριϲ: παροιμία ἐπὶ τῶν [*](Prov.) εὐεργετουμένων καὶ ταχὺ ἐπιλανθανομένων.

1465 Ἀμαζόνειον: ἱερόν, ὃ Ἀμαζόνεϲ ἱδρύϲαντο. οὕτωϲ Ἰϲαῖοϲ.[*](Harp.) καὶ Ἀμαζόνειον κέραϲ.

[*](Δ)

1466 Ἀλμαθέϲιν. ἀνηκόοιϲ. ὁ δὲ ἤλαυνε νυκτὸϲ ἀμαθέϲι τῶν [*](E) ποιουμένων χρῄζων τοῖϲ πολεμίοιϲ ἐπιπεϲεῖν.

1467 Ἀλμαθἐϲτεροϲ. καὶ Ἀλμαθήϲ· ἀντὶ τοῦ ἀπαίδευτοϲ καὶ [*](Δ) ἀκόϲμητοϲ· Πλάτων. τάϲϲεται δὲ καὶ ἐπὶ τοῦ δυϲμαθοῦϲ καὶ ἐπὶ τοῦ [*](Σ) μὴ μαθόντοϲ, φύϲει δὲ ἐπιϲταμένου.

1468 Ἀμαθεί: ἀδιδάκτωϲ. Ἀμαθὶ δὲ ὄνομα κύριον.

1469 Ἀμαθήϲ: ἀμύητοϲ, ἀδίδακτοϲ. ὁ δὲ ἀκούει ταῦτα καὶ μὴ [*](E) ὤν ἀμαθὴϲ οἰωνῶν τὸν παῖδα ἐπανάγει καὶ ἐκτρέφει ὡϲ γνήϲιον.

1470 Ἀμάθητοϲ: ἀδίδακτοϲ. ὁ δὲ Ἰουϲτῖνοϲ ἀμάθητοϲ ἦν γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητοϲ. καὶ, ἀμαθὴϲ ἔφυϲ [*](Ε) κοὐ πολυπράγμων οὐδὲ τὸν Αἴϲωπον πεπάτηκαϲ. ἐπὶ τῶν ἰδιωτῶν. [*](Ar.) τὸ δὲ πατῆϲαι ἶϲόν ἐϲτι τῷ ἐνδιατρίψαι· ὡϲ τὸ ἀφικέϲθαι που λέγομεν. καὶ αὖθιϲ Ἀλριϲτοφάνηϲ· ἀμαθέϲτερόν πωϲ εἰπὲ καὶ ϲαφέϲτερον. παρὰ τὴν παροιμίαν, ϲαφέϲτερόν μοι κἀμαθέϲτερον φράϲον.

1471 Ἀμα θία: ἀντὶ τοῦ ἀναιϲθηϲία. Πλάτων.

[*](Σ)

1472 Ἄμαθοϲ: ἡ τῆϲ πεδιάδοϲ κόνιϲ. Ψάμα θοϲ δὲ ἡ τῆϲ θαλάϲϲηϲ.

[*](Hom.)[*](1459 ═ Paroem. ed. Gsf. 62. n. 527 1460 Macar. I 97 1461 Harp. P 1462 ═ Zen. I 77 1463 αὐταῖϲ sq. Philol. Suppl. 6, 260, n. 253 1464 ═ Zen.  I 81 1465 — Ἰϲαῖοϲ (fr 27) Harp. P Ἀμαζόνειον κέραϲ ═ Ambr. 1736 1467 ἀμαθήϲ sq. ═ P, Phryn. fr. 166; Pl. Ap. 22e 1468 l. ═ Ambr. 1800 ἁμαθί sq. ═ Ambr. 1567 1469 ὁ sq. Aelian. fr. 198 1470 ὁ— ἀναλφάβητοϲ Proc. h. a. 6, 11 ἀμαθὴϲ ἔφυϲ— λέγομεν Ar. Av. 471 c. sch ; ἀμαθέϲτερον sq Ar. Ran 1445 c. Sch 1471 ═ P, Phryn. fr. 165; Pl. Leg. 689a cett. 1472 sch. E 587 cf. H, Ammon.: κόνιϲ Orion 13, 3, Et. Gud.)[*](1459 cf. 1510 1461 hinc v. Κερϲοβλέπτηϲ 1462 cf. v. ἰδ᾿ ἀφύη πῦρ 1463 cf. 4465 1467 — 70 Z 140 1470 Proc cf. 1952 et v. Ἰουϲτῖνοϲ. Ar. Av cf v. πατῆϲαι; Ar. Ran. cf. v. ϲαφέϲτερον 1471 Z: 146 1472 hinc v. Ψάμαθοϲ)[*](6 υἱόϲ] ὁ υἱόϲ A 1463—4 extra ord 12 ἠλέηται Paroem. ἡλέτηται ΜΥΡ A(GITSM) ἤλετε G εἴδετε G ITSM εἵλε τε A 25 ἔφυϲ] ἔραϲ GIT)
132
[*](suid.)

1473 Ἀμαθοῦϲ: πόλιϲ Κύπρου.

1474 Ἅμα κνέφᾳ: ὄρθρου. καὶ Κνεφαῖον λέγουϲι τὸν ὄρθριον.

[*](E)

1475 Ἀμαλαϲούνθα· αὕτη μήτηρ Ἀταλαρίχου. ἥτιϲ δικαιοϲύνηϲ ἐπὶ πλεῖϲτον ἐλθοῦϲα, τῆϲ τε φύϲεωϲ ἐϲ ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη, ὅϲον χρόνον τῆϲ πολιτείαϲ προὔϲτη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐϲ τὸ ϲῶμα ἐκόλαϲεν ἢ χρήμαϲιν ἐζημίωϲεν. οὐ μὴν οὐδὲ Γότθοιϲ ξυνεχώρηϲεν ἐϲ τὴν ἐϲ ἐκείνουϲ ἀδικίαν ὀργῶϲιν. ἐβούλετο δὲ καὶ τὸν παῖδα τοῖϲ Ῥωμαίων ἄρχουϲι τὰ ἐϲ τὴν δίαιταν ὁμότροπον καταϲτήϲαϲθαι καὶ φοιτᾶν ἐϲ γραμματιϲτοῦ ἤδη ἠνάγκαζε· τρεῖϲ τε ἀπολεξαμένη τῶν ἐν Γόθοιϲ γερόντων, οὕϲπερ ἠπίϲτατο μᾶλλον ἁπάντων ξυνετούϲ τε καὶ ἐπιεικεῖϲ εἶναι, ξυνδιαιτᾶϲθαι Ἀταλαρίχῳ ἐκέλευϲε. Γότθοιϲ δὲ ταῦτα οὐδαμῇ ἤρεϲκε. τῇ γὰρ ἐϲ τοὺϲ ὑπηκόουϲ ἀδικίαϲ ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸϲ αὐτοῦ ἄρχεϲθαι ἤθελον. καί ποτε ἡ μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοινῷ τὸν παῖδα λαβοῦϲα ἐρράπιϲε, καὶ ὃϲ δεδακρυμένοϲ ἐϲ τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε. Γότθοι δὲ αὐτῷ ἐντυχόντεϲ δεινὰ ἐποιοῦντο καὶ τῆ Ἀμαλαϲούνθῃ λοιδορούμενοι ἰϲχυρίζοντο βούλεϲθαί τε αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιϲτα, ὅπωϲ αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐϲ κοίτην ἐλθοῦϲα ξὺν αὐτῷ ἄρχοι. ξυλλεγέντεϲ δὲ ᾐτιῶντο οὐκ ὀρθῶϲ ϲφίϲιν οὐδέ οἱ τὸν βαϲιλέα παιδεύεϲθαι. γράμματά τε γὰρ πολὺ κεχωρίϲθαι ἀνδρίαϲ καὶ διδαϲκαλίαν γερόντων ἀνθρώπων ἔϲ τε τὸ δειλὸν καὶ τὸ ταπεινὸν ἀποκρίνεϲθαι ἐκ τοῦ ἐπὶ πλεῖϲτον. δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐϲόμενον, φόβου τοῦ ἐκ διδαϲκάλων ἀπαλλαγέντα, τὰϲ ἐν τοῖϲ ὅπλοιϲ μελέταϲ ποιεῖϲθαι. ἔλεγον δὲ καὶ ὡϲ ἤνπερ αὐτοῖϲ τὸ ἀπὸ τοῦ ϲκύτουϲ ἐπιγένηται δέοϲ, οὐ μήποτε ξίφουϲ ἢ δορατίου ὑπερφρονεῖν ἀξιώϲουϲιν. οὐκοῦν, ὦ δέϲποινα, ἔφαϲαν, παιδαγωγοὺϲ μὲν τούτουϲ χαίρειν ἔα, ϲὺ δὲ Ἀταλαρίχῳ παῖδαϲ ὁμοδιαίτουϲ ἥλικαϲ δίδου, οἵπερ αὐτὸν τὰ ἐϲ τὴν ἡλικίαν ξυνακμάζοντεϲ ἐϲ τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήϲουϲιν. ἡ δὲ οὐκ ἐπῄνεϲε μέν, δείϲαϲα δὲ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν ξυνεχώρηϲε πάντα, ὅϲα οἱ βάρβαροι ἤθελον.

[*](Δ)

1476 Ἀμαλήκ: ὄνομα κύριον. καὶ ἐξ αὐτοῦ Ἀλμαληκίτηϲ.

[*](Σ)

1477 Ἀμάλθακτον: ἀνένδοτον, ἑδραῖον.

[*](1474 l. ═ Xen. Cyr. 4, 2, 15 1475 Proc. bell. 5, 2, 3 — 18 1476 — κύριον ═ Ambr. 1544: Ἀμαληκίτηϲ cf. Ambr. 1631 1477 ═ P)[*](1175 hinc 4311)[*](A(GITFSM))[*]( 1473 om. GTS post 1474 I 2 κνέφᾳ Schweigh. κνέφε omnes κνέφαιον I cf. v., κνέφεον rell. 4 ἥτιϲ] ἣ τῆϲ SM 5 ἄγαν] ἄγαν καί A 10 καὶ φοιτᾶν] ἐφοιτᾶν A 16 ἀνδρωνίτιν] ἀνδρωνίτην A cf. Proc. 18 τε] γ FM 20 οἱ] εἰ ASF cf. Proc. 21 ἀνδρίαϲ AFM ἀνδρείαϲ rell. ct. Proc. 25 καί om. S ἤνπερ AGIT Proc. εἴπερ S ἄνπερ FM αὐτοῖϲ] αὐτῷ FM 30 ὁρμήϲουϲιν FSM ὁρμήϲωϲιν AGIT cf. Proc. ἐπῄνεϲε] ἐπένευϲε FM 34 Ἀμἀλθακτον] Ἀλμἀλθατον A.)
133

1478 Ἀμαλθείαϲ κέραϲ: ἐπὶ τῶν ἀφθόνωϲ ζώντων καὶ εὐθυνούντων [*](Prov.) καὶ εὐπραγούντων. ἐν Μύθοιϲ· ἔνθ᾿ ἵνα μοι βίοϲ ἐϲτὶν Ἀμαλθείηϲ κέραϲ αἰγόϲ. Ἀμάλθεια γὰρ ἡ τροφὸϲ τοῦ Διὸϲ παρὰ τὸ [*](Ecl.) μὴ μαλάϲϲεϲθαι.

1479 Ἀμαλδυνθήϲομαι: ἀφανιϲθήϲομαι. καὶ Ἀμαλδύνεϲθαι, [*](Ar.) ἀφανίζεϲθαι.

1480 Ἀμαλκείδηϲ.

[*](suid)

1481 Ἀμαλλοδετήρ. ὁ τὰ δράγματα ϲυλλέγων.

[*](Δ)

1482 Ἀμάμυξιϲ. ϲταφυλῆϲ γένοϲ. οἱ δὲ τὴν ἀναδενδράδα οὕτωϲ [*](Σ?) καλεῖϲθαι. ἔϲτι δὲ καὶ παρ᾿ Ἐπιχάρμῳ καὶ παρὰ Σαπφοῖ τὸ ὄνομα.