Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐν Καρὸς μοίρᾳ: ἤγουν ἐν δούλου τάξει. Κᾶ– ρες δὲ ἔθνος εὐτελὲς, αἰχμαλωτιζόμενον ἀεὶ καὶ δουλούμενον, ἐξ οὗ καὶ οἱ δοῦλοι Κᾶρες ἐλέγοντο.

Ἐν Κέῳ τίς ἡμέρα: ἐπὶ τῶν ἀγνώστων. Οὐδεὶς γὰρ οἶδεν ἐν Κέῳ τίς ἡ ἡμέρα, ὅτι οὐχ ἑστᾶσιν αἱ ἡμέπαι, ἀλλ’ ὡς ἕκαστοι θέλουσιν, ἄγουσιν. Ὅθεν λέγεται, Σαυτῷ νουμηνίαν κηρύσσεις.

Ἓν κηρίον: ἐπὶ πολλῶν ὁμοφωνούντων.

Ἐν λευκώμασιν ἐγράφης: ἔθος ἦν τὰ πιπρασκόμενα χωρία ἢ σώματα δημοσίᾳ ἐγγράφεσθαι ἐν σανίσι λευκαῖς ἢ πυξίναις κεχρισμέναις λευκῇ γῇ καὶ τὰ ὀνόματα

καὶ τῶν κτημάτων καὶ τῶν ἀνδραπόδων καὶ τῶν πριαμένων αὐτὰ, ἵνα εἴ τις αἰτιάσασθαι βουληθείη ἐπ’ ἀδείας ἔχῃ ἐντυχὼν τῷ λευκώματι.

Ἐν μύρτου κλαδὶ  το ξίφος κρατήσω: διὰ τὸ ἀνύποπτον καὶ † τοῦ ὀμνύειν. Ἁρμόδιος γὰρ καὶ Ἀριστογείτων κτεῖναι θέλοντες Ἵππαρχον τὸν τύραννον, ἐν μύρτοις τὸ ξίφος ῥίψαντες, τὸν φόνον εἰργάσαντο.

Ἐν παντὶ μύθῳ καὶ τὸ Πέρδικος σκέλος: ἐπὶ τῶν κατὰ ἀπορίαν λόγου παρελκούσῃ χρωμένων τῇ προθήκῃ. Πέρδιξ γὰρ ἦν τις Ἀθήνησι χωλὸς κάπηλος, οὗ διαβεβοημένου Ἡγήμων ὁ Θάσιος ὁπότε παρῳδῶν ἀπορήσειε, προςετίθει, Καὶ τὸ Πέρδικος σκέλος.

Ἐν Πυθίῳ κρεῖττον ἦν ἀποπατῆσαι: Πεισίστρατος ᾠκοδόμει τὸν ἐν Πυθίῳ ναόν· τῶν δὲ Ἀθηναίων παριόντων καὶ μισούντων αὐτὸν ἐπὶ τῇ τῆς δεκάτης εἰςφορᾷ, (εἰςέφερον γὰρ ἅπαντες δεκάτην τῶν ἐν τῇ χώρᾳ γινομένων,) οὐδὲν ἐχόντων ποιεῖν ἐνίους προςουρεῖν καὶ πλησίον ἀφοδεύειν τοῦ περιφράγματος, ὥστε διοχλεῖσθαι τοὺς ἐργαζομένους. Ἔγραψε γοῦν ὁ Πεισίστρατος, ὡς ἐάν τις ἁλῷ θακεύων ἐν τῷ τεμένει τοῦ Ἀπόλλωνος ἑαυτὸν αἰτιάσεται. Τῶν δὲ οὐ παυομένων ἀλλὰ καὶ καταγελώντων τοῦ πράγματος καὶ πλειόνων ταῦτα ποιούντων, φύλακας κατέστησε. Ληφθέντος δέ τινος οὐ τῶν πολιτῶν ἀλλὰ τῶν μετοίκων ἐκέλευσε δήσαντας αὐτὸν μαστιγοῦν,

κηρύσσοντας, Ἀποθανεῖται ὃς κατολιγωρεῖ τοῦ γράμματος. Τοὺς γοῦν κακοπαθοῦντας διά τινα πλημμέλειαν ἔλεγον οἱ Ἀθηναῖοι, Κρεῖττον ἦν αὐτοῖς ἐν τῷ Πυθίῳ ἀποπατῆσαι.

Ἐξ ἀξίου τοῦ ξύλου κἂν ἀπάγξασθαι: δεῖ ἐκ καλοῦ παθεῖν τὰ δεινὰ, ἢ ἐκ κακοῦ.

Ἐξ ἑνὸς πηλοῦ: ἐκ τοῦ ὁμοίου καὶ παραπλησίου, ὁμοία τῇ, Ἐκ τῆς αὐτῆς κεραμίας.

Ἐξ ἑνὸς τὰ πάνθ’ ὁρᾶν: ἐπὶ τῶν ἐξ ἑνὸς πολλὰ καταλαμβανόντων.

Ἐξηκεστίδης εἰς ὁδόν: παροιμία. Οὗτος εὐμήχανος ὁδοὺς ἐφευρίσκειν καὶ μὴ πλανᾶσθαι ὁδοιπορῶν, ὅθεν ἡ παροιμία ἐπὶ τῶν τὰς ὁδοὺς ἀκριβῶς εἰδότων.

Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον: ὅταν τὸ σωζόμενον ὑπὸ τοῦ σώζοντος ἐξαπατηθῇ.

Ἔξω γλαῦκες: παροιμία ἐπὶ ἐαρινοῦ καιροῦ· οἱ γὰρ γλαῦκες χειμῶνα σημαίνουσιν οἱ θαλάττιοι.

Ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.

Ἐοίκασι τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς:

παροιμία ἐπὶ τῶν ὠχριώντων καὶ ἰσχνῶν. Πύλος δὲ χωρίον τῆς Λακωνικῆς, ἔνθα Κλέων στρατηγήσας τοὺς αἰχμαλώτους ἀπὸ Σφακτηρίας ἔλαβεν, οἳ ἀπὸ τοῦ τῆς αἰχμαλωσίας φόβου καὶ τῆς πολυημέρου πολιορκίας καὶ τῆς τῶν ἐπιτηδείων πρὸς τροφὴν στερήσεως ἰσχνοὶ καὶ ὠχροὶ ἦσαν καὶ δυσειδεῖς.

Ἔοικα τῷ τοὺς ἅλας καὶ τὸ ἕλος πριαμένῳ: ἐπὶ τῶν ἀμηγέπη δυοῖν ὄντοιν διὰ θατέρου βλαπτομένων. Ἀντίκεινται γὰρ ἀλλήλοις τὰ κτήματα, καὶ οὐδενὶ τῶν κεκτημένων λυσιτελεῖ ἑκάτερον· εἰ μὲν γάρ τις καρποῖτο ἐκ τοῦ ἕλους, οἱ ἅλες διατήκοιντο· εἰ δὲ ἔμπαλιν ἡλίῳ ὁ τόπος ἐκδιδοῖτο, ἐκ μὲν τῶν ἁλῶν πολὺ ἂν καρποῖτο, ἐκ δὲ θατέρου βλάπτοιτο τοῦ ἕλους αὐαινομένου.

Ἑορτὴ πολλὰ ἔχουσα: ἐπὶ τῶν πολλὰ ἀνατιθεμένων φορτία. Ἐπειδὴ οἱ πρὸς τὰς ἑορτὰς ἐπειγόμενοι φορτία πολλὰ ἐπιφέρονται.

Ἑορτὴ πόδας ἔχουσα: ἐπὶ τῶν ἅπαντα πρὸς τὴν ἑορτὴν ἀχθοφορούντων· ἵνα γὰρ μηδενὸς, φησὶν, ὑστερῶσιν ἄμασις†, σκεύη, ἱερὰ, ἱμάτια, οἶνον, ἄρτους, ξύλα παραρτώμενοι ἐβάδιζον, ὥστε τοὺς βλέποντας ἐπιφωνεῖν, Ἑορτὴ πόδας ἔχουσα.

Ἐπ’ ἀμφότερα καθεύδει τὰ ὦτα: ἐπὶ τῶν ἔξω φροντίδος.

Ἕπεσθε μητρὶ χοῖροι: ἐπὶ τῶν κολακευτικῶς τισιν ἑπομένων τροφῆς ἕνεκα.