Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐπὶ βύρσης ἐκαθέζετο: τοῦτο παρὰ Σκύθαις ἐτελεῖτο· ἐπειδὰν γὰρ ἠδικεῖτό τις πρὸς ἑτέρου, ἀμύνασθαι βουλόμενος, οὐκ ἀξιόμαχον μόνον ἑαυτὸν φετο, ὅθεν καὶ βοῦν ἱερεύσας τὰ μὲν κρέατα κατακόψας ἥψει, ἐκπετάσας δὲ τὴν βύρσαν χαμαὶ, ἐκάθητο ἐπ’ αὐτῆς εἰς τοὐπίσω παραγαγὼν τὰς χεῖρας. Καὶ τοῦτό ἐστι Σκύθαις ἡ μεγίστη ἱκετηρία. Τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμιενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων τῇ βύρσῃ τὸν δεξιὸν πόδα, ὑπισχνεῖτο κατὰ δύναμιν συμμαχήσειν. Καὶ ἦν αὐτοῖς τοῦτο ὅρκων ὁ βεβαιότατος.

Ἐπὶ κνάφου ἕλκων: διαφθείρων. Τὸ γὰρ πρότερον

οἱ κναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες τὰ ἱμάτια ἔκναφον. Ἐλέγετο· δὲ ὁ σωρὸς κνάφος· οὗ Κροῖσος τῶν ἐχθρῶν ἔξαινε τὰς σάρκας καὶ οὕτως διέφθειρεν.

Ἐπὶ Χαριξένης: οἱ μὲν αὐτὴν ἐπὶ μωρίᾳ διαβεβλῆδσθαί φασι, ἔνιοι· δὲ ποιήτριαν ἐρωτικὴν λέγουσιν. Ἔστιν οὖν παροιμιῶδες Ἐπὶ Χαριξένης.

Ἔπὸς πρὸς ἔπος ἠρειδόμεθα: τουτέστιν. ἀντεβάλομεν, ἐφιλονεικοῦμεν.

Ἐστὶ καὶ δούλων πόλις: ἐπὶ τῶν πονηρῶς πολιτευομένων. Μνασέας γὰρ γράφει εἶναι δούλων πόλιν ἐν Λιβύῃ.

Ἔσχατος Μυσῶν πλεῖν: ἐπὶ τῶν ποῤῥωτάτω

που κατοικούντων. Τήλεφος γὰρ ἀποκτείνας τοὺς τῆς μητρὸς ἀδελφοὺς νέος ὢν, ἔφυγεν ἐκ Τεγέας, χρόνῳ δὲ ὕστερον μὴ γνωρίζων ὧν ἐστιν ἦλθεν ἐρησόμενος τὸν θεὸν τίνων εἴη γεγεννημένος. Ἡ δὲ Πυθία ἐκέλευσε πλεῖν αὐτὸν πρὸς τὸν ἔσχατον Μυσῶν, καὶ ἐλθὼν εἰς Τευθρανίαν εὗρε τὴν μητέρα, καὶ τῆς χώρας ἐβασίλευσε. Λέγοιτο οὖν ἐπὶ τῶν ὑπερηφάνως τισὶ κεχρημένων. Καὶ εἰώθασι λέγειν, ὡς ἐσχάτῳ Μυσῶν κέχρηταί μοι.

Εὕδουσι λαγώ: πρὸς τοὺς νωθεῖς μὲν εἶναι δοκοῦντας, τοῖς δὲ ἔργοις δραστηρίους.

Εὖ μὲν, ἀλλ’ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν: ἐπὶ τῶν πειρωμένων τὶ μιμεῖσθαι, οὐκ ἐφικνουμένων δέ. Παρμένων γὰρ ὁ ζωγράφος ὗν γράψας ἀνέθηκεν, ἣν καὶ φωνὴν ἀφιέναι οἱ θεώμενοι ἐδόκουν.

Εὐορκότερος Τενεάτου, ἢ Γενεάτου: ἐπὶ τῶν εὐορκούντων.

Εὖ εἰπεῖν θάλατταν: ἐπὶ τῶν μάτην εὐεργετούντων.

Εὖ πράττε· τὰ φίλων δ’ οὐδὲν, ἢν σὺ δυςτυχῇς: ἐπὶ τῶν παρὰ φίλων μὴ ὠφελουμένων.

Εὐριπίδειος ὅρκος: ἴσως ὁ κατὰ κυνὸς ἢ χηνός.

Ἐφ’ ὕδωρ ἔλαχεν: ἐπὶ τῶν φαύλας καὶ εὐτελεῖς ἀρχὰς λαχόντων· ἐν γὰρ τοῖς δικαστηρίοις φαυλότατον ἦν τὸ ἔργον τὸ διαμετρεῖν ὕδωρ τοῖς δικαζομένοις ὅθεν καὶ κλήρῳ τοῦτο ἐποίουν.

Ἐχενηΐς: ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. Ἔστι δὲ καὶ εἶδος ἰχθύος, ὃς δύναμιν ἔχει ἐπέχειν τὰς ναῦς. Καλεῖται δὲ καὶ ναυκράτης· ὅθεν καὶ παροιμία· ἐχενηΐδος δίκην ἔχεται, πρὸς τὸν τινὸς ἐχόμενον.

Ἐχθρὸς δὲ κἂν καλὰ ποιήσῃ. κακά ἐστιν.

Ἐχῖνος ἐν χειμῶνι: ἐπὶ τῶν παρ’ ὥραν φαινομένων ἢ πραττομένων.

Ἔχω τὸ σχῆμα τοῦ τεθνεῶτος: ἐπὶ τῶν ἑαυτοὺς ἀπεγνωκότων.

Ζῇ καῖε πῦρ: ἐπὶ τῶν μόλις γινομένων.

Ζήνωνος ἐγκρατέστερος: οὗτος γὰρ ἀκριβῆ εἶχε δίαιταν καὶ λιτήν. Καὶ, Ζήνωνος ὑγιέστερος: οὗτος γὰρ ὀκτὼ πρὸς τοῖς ἐννενήκοντα ἔτη βιοὺς, οὐκ ἐνόσησεν.

Ἡ ἀφύη πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων, παρόσον ἡ ἀφύη ταχέως ἕψεται.