Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐκ μητρὸς αὐλεῖς: ἐπὶ τῶν εἰς μητέρα ἁμαρτανόντων,

ἢ εἰς οἰκεῖόν τινα, ἢ ἐπὶ τοῦ κατὰ ζῆλον τὶ ποιοῦντος.

Ἐκ παντὸς πρόφασις: ἐπὶ τῶν προφάσεως οὐκ ἀπορούντων.

Ἐκ πόντου κόνιν κυλινδεῖς: ἤτοι ἐπὶ τοῦ ἀδυνάτου, ἢ ἐπὶ τοῦ ἰσχυροῦ καὶ δυνατοῦ.

Ἐκποτέον καὶ τὴν τρύγα: ἐπὶ τῶν καὶ τὰ μὴ χρηστὰ λαμβανόντων· Φερεκράτης.

Ἐκποτέον τὴν τούτου: ἐπὶ τῶν ἐξ ἀνάγνης τὰ ἑτέρων κακὰ ὑπομενόντων.

Ἔκ τε φέρει γενεή τ’ ἀγαθὴ καὶ πατρὶς ἄρουρα: εἴρηται ἐκ τοῦ Αἰθίοπος, ὃς οὐκ ἐβούλετο συνευνάζεσθαι τῇ τοῦ δεσπότου γυναικὶ, ὅμως δὲ ἀναγκασθεὶς ἔπραξε, καὶ ἀπέτεκεν ἡ γυνὴ ὅμοιον τῷ Αἰθίοπι· ἀγανακτῶν οὖν ὁ ἀνὴρ ἐπὶ τῷ γενομένῳ, ἐξεφώνησε τὸ προκείμενον, καὶ παρήχθη εἰς παροιμίαν.

Ἕκτη ἡμέρα: ἐπὶ τῶν ἀγαθῶν ἡμερῶν. Ἐν ταύτῃ γὰρ μυθεύεται τοὺς θεοὺς νενικηκέναι τοὺς Γίγαντὰς.

Ἐκ τῆς αὐτῆς ψιάθου γεγονώς: ἐπὶ τῶν παραπλησίων καὶ ὁμοίων.

Ἐκ τῆς πληρεστάτης εἰς τὴν κενοτέραν: χρὴ μεταλαγχάνειν τοὺς οὐκ ἔχοντας παρὰ τῶν ἐχόντων. Πλάτων.

Ἐκ τοῦ βοὸς ἡ μάστιξ: ἐπὶ τῶν καθ’ ἑαυτῶν πραγματευομένων.

Ἐκ τῶν περιττῶν καὶ ἵπποι ἐμπίπλανται.

Ἑκὼν ἀέκοντί γε θυμῷ: ἐπὶ τῶν κατ’ ἀνάγκην ποιούντων τί.

Ἐλάφειος ἀνήρ: ὁ δειλός.

Ἐμαυτῷ βαλανεύσω: ἀντὶ τοῦ διακονήσω.

Ἔμβαρός εἰμι: ἐπὶ τῶν παραπαιόντων καὶ μεμηνότων. Λιμοῦ γάρ ποτε κατασχόντος τοὺς Ἀθηναίους προεῖπεν αὐτοῖς ὁ θεὸς ἔσεσθαι τούτου λύσιν, εἰ ἐπιδοίη τις εἰς σφαγὴν τὴν ἑαυτοῦ θυγατέρα τῇ Μουνυχίᾳ Ἀρτέμιδι. Ὁ Ἔμβαρος τοίνυν εἰς ἀμοιβὴν τὴν ἱερωσύνην τῆς θεοῦ ἑαυτῷ καὶ τοῖς ἐγγόνοις αἰτήσας, ὑπέσχετο δώσειν τὴν θυγατέρα. Ψηφισαμένων δὲ τῶν Ἀθηναίων τοῦτο, αἶγα ἀντὶ τῆς θυγατρὸς κοσμήσας εἰς θυσίαν ταύτην τῷ βωμῷ προςήγαγεν. Ἐχρήσαντο γοῦν τῇ παροιμίᾳ οἱ Ἀθηναῖοι ἐπὶ τῶν παραπαιόντων.

Ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις: βαρβάρων τινῶν στρατευομένων ἐπὶ Δελφοὺς ἐρωτώμενος ὁ θεὸς ταῦτα ἔφῃ. Ὕστερον δὲ ἐφάνη μετὰ Ἀθηνᾶς καὶ Ἀρτέμιδος, ὧν καὶ ἱερὰ ἐστὶν ἐν Δελφοῖς, προςιόντων ὑπαντῶν τοῖς πολεμίοις.

Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί: ὅτι οὐ δεῖ περὶ τῶν μελλόντων φροντίζειν ἢ δεδιέναι.

Ἓν ἀνθ’ ἑνός: ἐπὶ τῶν ποιούντων κακῶς ἀνθ’ ὧν ἔπαθον.

Ἐν ἀοῖ τὰ σπουδαῖα: ἐπὶ τῶν προδιαφθειρομένων διὰ τὸ ῥᾳθύμως ἔχειν πρὸς τὰς πράξεις. Δακεδαιμονίων γὰρ τὰς Θήβας φρουρᾷ κατασχόντων, καί τινος πρὸς Ἀρχίαν κομίσαντος ἐπιστολὴν τινὸς μηνύουσαν ἐπιβουλὴν, ὑπερθέσθαι φασὶν τὴν ἐπιστολὴν ἀναγνῶναι, νυκτὸς οὔσης· καὶ εἰπεῖν, Ἐν ἀοῖ τὰ σποῦδαῖα, ἀντὶ τοῦ εἰς ἡμέραν περὶ τῶν σπουδαίων διαληπτέον. Νυκτὸς δὲ τῆς ἐπιβουλῆς τελεσθείσης, αὐτὸν ἀναιρεθῆναι.

Ἔνθα ἂν οἱ πόδες φέρωσιν, ἐκεῖσ’ ἄπιμεν: ἐπὶ τῶν ἀπεγνωκότων καὶ ὡς ἔτυχε τὶ ποιούντων.