Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Βουζύγης: ἐπὶ τῶν πολλὰ ἀρωμένων. Ὁ γὰρ Βουζύγης Ἀθήνησιν ὁ τὸν ἱερὸν ἄροτον ἐπιτελῶν** ἄλλα τε πολλὰ ἀρᾶται καὶ τοῖς μὴ κοινωνοῦσι κατὰ τὸν βίον ὕδατος ἢ πυρὸς ἢ μὴ ὑποφαίνουσιν ὁδὸν πλανωμένοις.

Βουμύκου νῆες: ἐπὶ τῶν παραλογιζομένων. Φασὶ γὰρ Κυρηναίους οὔσας τὰς ναῦς προςεποιεῖτο ἰδίας ἔχειν.

Βοῦς ἐναύλιος: ἐπὶ τῶν μηδὲν χρησιμευόντων.

Βοῦς ἐπὶ φάτνην: ἐπὶ τῶν ἐπὶ τὰ συνήθη καὶ ἥδιστα ἀφικνουμένων.

Βύας: εἶδος ὀρνέου νυκτερινοῦ· καὶ Βύας ὤφθη καὶ Βύαι ὤφθησαν ἀντὶ τοῦ συμφοροί· προμηνύει γὰρ τὸ ὄρνεον κακά.

Βύβλος: νῆσος. Βύβλινον τοὐμὸν μέθυ: παροιμία πρὸς τοὺς διαφθείραντας τινὰ ἔργα.

Γαλλιστὶ τεμεῖν: ἐπὶ τῶν ἀφροντίστως ἀπαλλαγὴν πραγμάτων ποιήσασθαι βουλομένων. Γάλλοι γὰρ καλοῦνται οἱ ἀποτετμημένοι, ἢ ἀπὸ Γάλλου τοῦ ποταμοῦ [ἡσύχως ῥέοντος] ἢ ὅτι μεταπεπτώκασιν εἰς ἑτέραν φύσιν.

Γελοιότερον ἀπεργάζῃ τῶν τὰς κέγχρους ἀποτορεύειν ἐπιχειρούντων: ἢ καθάπερ τὸν Μυρμηκίδην ἀντιπραττόμενον τῇ Φειδίου τέχνῃ. Φειδίας γὰρ ἄριστος ζωγράφος, Μυρμηκίδης δὲ κάκιστος.

Γέραιρε σαυτόν: ἐν ἤθει, ἀντὶ τοῦ, εὔφραινε σαυτόν.

Γέρανοι λίθους φέρουσιν: ἐπὶ τῶν προνοητικῶς

τι ποιούντων. αἱ γὰρ γέρανοι διὰ τὸ ἐν ὕψει πέτεσθαι καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεσθαι, λίθους βαστάζουσιν, ὅπως κάμνουσαι τῇ πτήσει ῥίπτοιεν καὶ αἴσθοιντο, πότερον ἐπὶ γῆς ἢ θαλάττης φέρονται. Καὶ εἰ μὲν ἐπὶ θαλάττης ἥκοι ὁ λίθος, ἀνύουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται. τοῦτό φησιν Ἀριστοφάνης·
Γέρανοι λίθους καταπεπτωκυῖαι.

Γέροντες εἰς ἄχυρον ἀποδεδρακότες: ἐπὶ τῶν ἑαυτοὺς ἀσφαλιζομένων. Τοῦ γὰρ Πέρσου κατιόντος εἰς ὀχυρόν τινα τόπον τοὺς γέροντας οἱ Ἀθηναῖοι κατέστησαν. Οἱ δὲ παρεφθάρθαι φασὶ τὴν παροιμίαν ἀπὸ τῆς Ὄνος εἰς ἄχυρα ἐπὶ τοῦ ἑκάστῳ χρηστοῦ καὶ ἡδέος λεγομένης.

Γέῤῥα Νάξια: Γέῥῥα Σικελοὶ λέγουσι τὰ ἀνδρεῖα καὶ γυναικεῖα αἰδοῖα. Ἦν δὲ ἐν τῇ Σικελικῇ Νάξῷ τέμενος ἐπιθαλάσσιον Ἀφροδίτης, ἐν ᾧ μεγάλα αἰδοῖα ἀνέκειτο.

Γέρων ἐρινὸς εὐφραίνει τοὺς γείτονας: πρὸς τοὺς μὴ δυναμένους χρῆσθαι τοῖς ἰδίοις ἀγαθοῖς· ὁ δὲ λόγος ἐπὶ γεγαμηκότος γέροντος.

Γῇ θάλατταν συναναμίγνυσιν: ἐπὶ τῶν σφόδρα ὀργιζομένων.

Γλαῦκες Λαυρεωτικαί: ἐπὶ τῶν πολλὰ χρήματα ἐχόντων. Ἐν γὰρ Λαυρίῳ τῆς Ἀττικῆς χρύσεια

μέταλλα ἦσαν. Ἐπεχάραττον δὲ γλαῦκας ἐν τοῖς νομίσμασιν.

Γλαὺξ ἐν πόλει: ὑπὸ Φαίδου ἀνετέθη γλαὺξ ἐν ἀκροπόλει.

Γλυκὺ μέλι καὶ πνιξάτω: Τέρπανδρος γὰρ σῦκα ἐσθίων ἐπνίγη· ἢ γλυκὺ ἤτω.

Γλῶσσα γὰρ οἰκεῖ ὅπου ὁ κουρεύς: ἐπὶ τῶν δυναμένων σωφρονίζειν τοὺς πέλας.

Γλώττης δ’ ἔνεστι καὶ παρ’ αὐληταῖς ψόφος: ὅτι καὶ οἱ τυχόντες εἰπεῖν τι καὶ πρᾶξαι δύνανται.

Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντῳων. Ἔστι δὲ ἀπόφθεγμα ἑνὸς τῶν ἑπτὰ σοφῶν, ἤτοι Σόλωνος ἢ Θάλου.