Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀρχὴ δήπου παντὸς ἔργου χαλεπώτερον ἐστί.

Ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας, ἢ Οὗτος ἀφαιρεῖται καὶ κροκύδας, ἐπὶ τῶν διὰ κολακείας μέχρι καὶ τῶν σμικροτάτων καταγινομένων αἰτεῖν.

Ἀφ’ ἑστίας: ἐπὶ τῶν ἐξ ἀρχῆς τι πραττόντων.

Ἄχνη πυρός: καπνός. Καὶ Ἄχνη ὕπνου. Ὁ δὲ Ἱπποκράτης καὶ Ἄχνη λιμοῦ. Δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. Ἄχνη Λυδῆς κερκίδος: τὸ ἄκρον· ἀπὸ τοῦ τὴν ἐργασίαν ἄκρως ἔχειν· ἢ ἀπὸ τῆς θαλαττίας ἄχνης.

Ἄχρι κόρου φενακίζει: ἤτοι ἀναισθητεῖ.

Βάβυος χορός: ἐπὶ τῶν ἀτακτότερον καὶ ἀφυἔστερον τῆς μουσικῆς χρωμένων.

Βακτηρία καὶ σχῆμα καὶ τριβώνιον: γρ. καὶ τριώβολον. Τοῦτο ἐπέσκωπτον τοὺς Ἀθηναίους δικαστὰς, ἐπεὶ τούτῳ τῷ τρόπῳ ἐδίκαζον.

Βάλλ’ εἰς φθόρον: ἐπὶ τῶν ὀλέθρου ἀξίων.

Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπόμενον οὕτως ἐκάλουν.

Βάτα Κάρας: ἐπὶ τῶν παχέων λέγεται τοῦτο. Τινὲς οὖν ἐνόμισαν ἓν ὄνομα τοῦτο εἶναι καὶ ἐχρήσαντο τῇ παροιμίᾳ ἐπὶ τῶν παχέων. Ἔστι δὲ υἱὸς ὁ Κάρας τοῦ Βάτα, ὡς ἐν τῷ Ἡραίῳ τῷ Σαμίῳ ἐπιγέγραπται.

Βάττου σίλφιον: ἐπὶ τῶν μεγάλων καὶ πολυτελῶν. Οἱ γὰρ Κυρηναῖοι τὸ σίλφιον μέγα τι καὶ ἐξαίρετον

ἔχοντες ἔδοσαν Βάττῳ, καὶ οὐκ ἐξῆν ἄλλῳ κεκτῆσθαι, ἐχάραττον δὲ καὶ ἐπὶ μὲν τοῦ ἑνὸς μέρους τοῦ νομίσματος τὸν Ἄμμωνα, ἐπὶ δὲ τοῦ ἑτέρου τὸ σίλφιον, ὡς μέγα· τὸ δὲ σίλφιον βότανόν ἐστι θεραπευτικὸν, ἡδύοσμον καὶ πολύτιμον.

Βδελύττομαι τὸν λεπρὸν ἀπὸ Μελανθίου: ὁ Μελάνθιος λέπραν εἶχε. Λέγει οὖν ἰδὼν τὸν Μελάνθιον οἷόν ἐστι κακόν, βδελύτομαι τὸν λεπρόν. Δήψῃ δὲ τὸν λόγον ἐπὶ τῶν ὁμοίων κακῶν.

Βέμβικος δίκην: ῥόμβου τρόπον· ἀπὸ τοῦ τὸν φεύγοντα μὴ ἐπ’ εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ’ εἱλεῖσθαι.

Βησᾶς ἕστηκας: οἷον ἀχανής. Οὗτος ἕστηκεν ἀχανὴς παταγώδης καὶ ὑπόμωρος.

Βιβλίον τοὐμὸν μέθυ: πρὸς τοὺς διαφθείρον· τάς τινα ἔργα· ἢ ἐπὶ τῶν φιλολόγων.

Βλίτυρι καὶ σκινδαψός: ταῦτα παραπληρώματα λόγων, εἰσὶ δὲ καὶ παροιμιώδη. Ἰόβας δὲ τὸν σκινδαψὸν ὄργανον λέγει μουσικόν, τὸ δὲ βλίτυρι χορδῆς μίμημα.

Βοίδιον Μολοττικόν: ἐπὶ τῶν καλλίστων, ἐπειδὴ διαφέρουσιν οἱ ἐν Ἠπείρῳ βόες.

Βολίτου δίκην: πρὸς τοὺς ἀξίους καὶ ἐπὶ μικροῖς τιμωρίαν ὑπέχειν. Ἐν γὰρ τοῖς Σόλωνος ἄξοσιν ὁ νόμος καὶ τοὺς βόλιτον ὑφελομένους κολάζει.

Βόσκουσι τοὺς κάμνοντας: ἐπὶ τῶν εἰς ἀλλοτρίας βλεπόντων τρυφάς. Παρὰ τὸ

Αἱ δ’ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν.

Βότρυς πρὸς βότρυν πεπαίνεται: ἐπὶ τῶν ἐξισοῦσθαι φιλονεικούντων.