Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

καὶ ὅπως οὐ παραχρῆμα τότε ἢ μεθύστερον ἐπιόντες Κορίνθιοι ἢ ἔπεισαν αὖθις πρὸς αὐτοὺς μεταθέσθαι ἢ μὴ πεισθέντας ἀπώλεσαν, οὔθ’ ἡμεῖς ἔχομεν λέγειν οὔτ’ αὐτοί φασιν ἔχειν. πλὴν οὕτως ἀπορραγέντες ἐπὶ πολλοῖς τοῖς ὕστερον χρόνοις ἔβλεπον πρὸς οὐδένας, ἴσως ὅτι τῶν ἔξωθεν ἔθραττεν οὐδὲν οὐδαμῶς ἐπιτιθέμενον ἢ καὶ βιάζον, ὥστε τινὰς ὑπελθεῖν τῶν κρειττόνων καὶ παρ’ ἐκείνων ἰσχὺν λαμβάνειν, εἴ τι καὶ παραλυποίη, ἀποσοβεῖν δύνα- σθαι.

καὶ ταῦτα μὲν ἴως οὔπω καὶ τούτοις ἴδει κινηθῆναι τὰ πράγματα, ἐπεὶ δ᾿ ἐκινήθη καὶ ἀντέ- πέσε παρ’ ἐλπίδα καὶ ἥψατο καὶ τῶνδε μεταβολὴ ὥσπερ πάντων τῶν ἀνθρωπείων, καὶ ἰσχυροὶ μὲν οἶ κύκλῳ Θρᾷκες, ἥττους δὲ οὗτοι προσδοκῶντες καὶ [*](4 ἐν scripsi e LV ἐφ’ Schm 10 τὸ παραυτίκα V sed αυ in ras m 2 11 δὲ inserui e LV om Schm 27 ἀνθρωπείων scripsi e LV ἀνθρωπίνων Schm 28 καὶ cancellavit Schm)

57
ὅσον οὔπω τὰ ἔσχατα πείσεσθαι οὐκ οὔσης δυνάμεως ἀνταρκεῖν οὐδ’ ἐπικουρίας ὅθεν δήποτε οὐδέ τινος χρηστοτέρας ἐλπίδος τί ποιοῦσι; τολμῶσιν ἔργον ὁ δὴ καὶ τότε σωφρονοῦντας ἴσχυσε σῶσαι καὶ νεωτερίσαν- τας νῦν ἀπολέσαν ἔχει. εἰς γὰρ τὰς Ἀθήνας ἥκοντες, καί γε μηδεὶς ἐνταῦθα Κορινθίους ἀληθεύειν οἰέσθω διατεινομένους ὧς ἄρ ἡμεῖς ἦμεν ἀπάτῃ μετιόντες αὐτούς, οὔτε γάρ, μὰ τοὺς θεούς, ἀπατῶντες οὔτ ἄλλως πείθοντες ἠβουλήθημεν πρὸς ἡμᾶς μεταθέσθαι, ἀλλ’ εἰς Ἀθήνας ἐλθόντες μηδενὸς ἑτέρου κινήσαντος ὅτι μὴ αὐτοὶ ἑαυτοὺς καὶ παρελθόντες εἰς βουλευτήριον ἐνεχείριζον σφᾶς αὐτούς.