Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

οὔκουν ἡμεῖς γε περὶ τῶνδ’ ἐθελήσομεν λέγειν, ἀλλ’ ἀποχωρήσαντες σπουδῇ, ὑπερβάντες δὲ ἄμα καὶ τὰ καθ’ ἡμῶν πολλὰ καὶ νη- πιώδη Κορινθίων διελέγχειν ἐγκλήματα ὡς οὐδ’ ὑμῶν περὶ τῶν οὕτω γελοίων λόγον ἀπαιτησόντων οὐδένα, μὴ γὰρ ἂν πρέπειν Λακεδαιμονίους ὄντας ἄρχειν τε καὶ αὐτοὺς ἀξιοῦντας ὁμοίως ἡμῖν τῶν Ἑλλήνων περὶ πόλεως ἡγεμονίδος τοιαῦτ’ ἐγκλήματα δέχεσθαι, ἐπὶ τὰ καίρια μάλιστα τῆς κατηγορίας καὶ γενναῖα καθ’ ἡμῶν δοκοῦντα τὸν λόγον τρεψόμεθα.

[*](1 Argum. Dem. Boeot. p. 994, 18 8 Thuc. I 73, 3 11 Thuc. I 102 14 Thuc. I 68, 3)[*](5 τὴν πᾶσαν in marg L 2 9 πλαταιάσιν LV 14 ὑμῶν scripsi ἡμῶν LV Schm | τί om VL inser Schm 16 ἡμᾶς ω ω scripsi e V ὑμᾶς L Schm 25 τ(??)ν λόγον V)
55

6. Ἀσέβειαν προφέρουσιν ἡμῖν Κορίνθιοι, ἀσέ- βειαν, 60 ἄνδρες Λακεδαιμόνιοι, πρᾶγμα ὅπερ ἐς δεῦρο οὐ μόνον οὐκ ἐφάνη τις ἐξενεγκὼν καθ’ ἡμῶν, ἀλλ’ οὐδὲ διανοηθείς, καὶ βαρεῖς εἰσιν, ὧς ὁρᾶτε, νῦν ἐφ’ ἡμᾶς πειρ·αθέντες καὶ ταῦτα Ἀθηναίων, εἰ μὴ χρηστῶν ἀεὶ καὶ φιλανθρώπων, ὅμως τοιούτων οὐδέποτε ἐπ’ αὐτούς. ἥτις δὲ πρόφασις κεκίνηκεν ὥστ’ ἐπὶ ταῦθ’ ὁρμῆσαι, εἰ μὲν ἄλλο τι ὄν κρύπτουσιν αὐτοί, σαφῶς λέγειν οὐκ ἴσμεν, ὅ δ’ οὖν φασι καὶ ὑμεῖς ἠκούσατε λεγόν- των, Ποτίδαια, ὅτι ταύτην πολεμίαν οὖσαν παρεστη- σάμεθα, καὶ Ποτιδαιᾶται ἀλλήλων γευόμενοι. τοῦτο δὲ τι ποτέ ἐστι καὶ ὅπως συνηνέχθη καὶ τίς ἀρχῆθεν αἰτία τῷδε συμβῆναι, λέγωμεν ἤδη. εἰ δὲ μικρὸν ἀνα- γαγόντες ἐροῦμεν, οὐκ ἔξω τοῦτο καιροῦ. γένοιτο γὰρ ἂν ἐντεῦθεν καὶ ὑμῖν καλῶς ἀκροασαμένοις ἀγνοεῖν περὶ μηδενὸς καὶ ἡμῖν τὸν λόγον τὴν πρέπουσαν λαμ βάνειν ἀρχήν.

7. Ποτίδαιαν τὴν ὑπὸ Παλλήνην, τὸ Θρᾳκικὸν ὄρος, ἴστε που πάντες. ἄποικοι Κορινθίων ἔχουσι ταύ- την. οὕτω Κορίνθιοί φασι καὶ συμφωνοῦμεν ἡμεῖς καὶ ἐθέλει περὶ τούτου οὐδεὶς ἀπιστεῖν. ταύτῃ τοι καὶ ἡ πόλις ἥδε μεγάλως σεμνυνομένη ἐκ τοῦ λέγεσθαι Κο- ρινθίων ἠγάπα τό τε γένος ἐκεῖσε ἀεὶ ἀναφέρειν τούς τε δημιουργοὺς καὶ μάλα ἀσμένως δέχεσθαι ἥκοντας ἐκεῖθεν καὶ ὅ τι προσέταττον ὧς ἑτοιμότατα κατακούειν [*](24 οὕτω Κορίνθιοι τοὺς ἐκπεμπομένους ἄρχοντας εἰς τὰς αὐτῶν ἀποικίας ὠνόμαζον LV 2 cf. ad p. 13,12; 56,12) [*](7 ὥστ’ om L sed γρ ὥστ’ in marg m 2 13 λέγωμεν scripsi λέγομεν LV Schm 15 ἂν inserui e LV om Schm | καλῶς inserui e LV om Schm 21 τούτου scripsi e LV τούτων Schm 23 τε ante τό τε inser Schm delevi 25 ὃ τι scripsi ὅτι LV Schm)

56
καὶ εἶναι μὲν ταύτην αὐτοῖς φιλοτιμιῶν τὴν με- γίστην, ἀρκεῖν δὲ καὶ ἀντὶ πάντων οἷς ἄνθρωποι μέγα φρονοῦσι τὴν μητρόπολιν Κόρινθον.

ἀλλ’ εἰ μὲν ἐν ἅπαντι τῷ χρόνῳ διέσωζον ταυτηνὶ Πο- τιδαιᾶται τὴν γνώμην, εἶχε μὲν ἂν τοῦτο κλέος οὐ μικρὸν Κορινθίοις, εἶχε δὲ καὶ Ποτιδαιάταις αὐτοῖς ἐπ’ εὐγνωμοσύνῃ οὐ μεῖόν τι καύχημα· νυνὶ δὲ στέρξαντες ἐπὶ χρόνοις οὐ συχνοῖς τὸ ῥηθὲν ἀγα- πῶσιν ὡς τάχιστα τὴν μεταβολὴν καὶ τοὺς λάβρως ἐσθίοντας μιμησάμενοι εἰς ἀηδίαν τὸ παραυτίκα ἐνέ- πεσον καὶ ἀφίστανται μὲν Κορινθίων, ἀποπέμπουσι δὲ καὶ τοὺς δημιουργοὺς μεθ’ ὧν ἧκον ἔχοντες προσταγ- μάτων, ἀπελαύνουσι δὲ καὶ τοὺς ἄλλους οἱ παρῆσαν ἐκ Πελοποννήσου, καὶ καθ’ ἑαυτοὺς γενόμενοι οὐκ ἔστιν ὅντινα καὶ προσίεντο.