Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
δεήσεις δὲ παραλείπομεν λέγειν ὂν παντάπασιν ἵξω καιροῦ καὶ παρακλήσεις καὶ ἱκεσίας ὅσας δὴ ἐποιοῦντο ἰδίᾳ μὲν πρὸς τοὺς δυνα- τωτάτους ἡμῶν, δημοσίᾳ δὲ πρὸς τοὺς πάντας, ὥστ’ αὐτοὺς ἐθελῆσαι προσίεσθαι. ἀλλ’ ἐπειδήπερ ἡμεῖς τὴν πρώτην οὐκ ἐδεχόμεθα, οὐχ ὑπεχώρουν, ἐνέκειντο δὲ πολὺ μᾶλλον δεόμενοι, καὶ ὧς οὐδ’ οὕτως ἡμῶν οὐδὲ εἰς προσεῖχε σφίσιν οὐδὲ κατένευεν, ἔτι θερμοτέρων ἀνθήπτοντο λόγων. καὶ τελευτῶν ‘ εἰ εἰ μὴ ὑμεῖς, ἔφα- ’σαν, δέχεσθε, ἀλλ’ ἡμεῖς γε τοὺς βαρβάρους ἡμῖν ἐπιστήσομεν. σκοπεῖτε οὖν ὁπότερον αἱρε- τώτερον, ἢ ὑμῶν ἡμᾶς εἶναι καὶ κατακούειν Ἕλληνας Ἑλλήνων ἢ ἐφ’ ὕβρει κοινῇ τοῦ Ἑλλη- νικοῦ γένους βαρβαρικοῖς ὑποκύπτειν προσ- τάγμασι᾿.
ταῦτ’ ἔλεγον καὶ ἡμεῖς ἐνεδίδομεν [*](10 Thuc. I 58) [*](3 ἔργον inserui e LV om Schm 7 μετιόντες scripsi e LV μετιόντας Schm 8 θεοὺς in lac 4 litt inser L rubr λόγους V cf. ad p. 60, 1 12 ἑαυτούς V 17 οὐχ] οὐ V 19 κατένευεν scripsi e LV κατένευσεν Schm 25 προστάγμασι scripsi e LV πράγμασι Schm)
13. Πλὴν ὅσα μὲν ἐντεῦθεν ἀναλῶσαι συνέβη τῷ δήμῳ, τοῦτο μὲν τριήρεις παρασκευάζοντι, τοῦτο δὲ καὶ στρατιὰν τὴν μὲν ἀπὸ τῶν ξένων μισθουμένῳ, τὴν δ’ οἴκοθεν συναθροίζοντι, παραιτοῦμαι λέγειν. ὑμεῖς δέ, ὦ πρὸς θεῶν, λογίζεσθε. τὸ γὰρ χωρίον Ποτί- δάια Ἑλληνικὸν μέν, ὅμως ἐν μέσῃ κεῖται Θρᾴκῃ. πολλοῦ δὲ τοῦ μεταξὺ πλόος ὄντος πολλὴν ἡμῖν τὴν δαπάνην, πλείστην δὲ καὶ τὴν φροντίδα παρεῖχε. καὶ φόβος δὲ ἄμα προσῆν μήποθ’ οὓς ἐδεξάμεθα σώσοντες 1 ὡμολογοῦμεν scripsi e LV ὁμολογοῦμεν Schin 14 ἔχ- θραν V 22 τὴν δ’ Schm τήν δ’ LV 24 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60, 1 27 τὴν inserui e LV om Schm