Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

πλὴν οὐχ ὥσπερ Κορίνθιοι καὶ ἡμεῖς εἰς τὰς κατ’ αὐτῶν λοι- δορίας ἐμβαλοῦμεν αὐτίκα οὔτ’ αὖ φιλίας ἀρχαίας καὶ συνηθείας ὑμᾶς ἀναμνήσομεν καὶ ὧς μετ’ ἀλλήλων συστάντες ποτὲ τοῖς Ἕλλησιν ὑπήρξαμεν ἐν καιρῷ οὐδ’ εὐεργεσίας ἡμῶν καταλέξομεν, ἃς πολλὰς οὐ χωρὶς κινδύνων καὶ κοινῶς κατεθέμεθα τοῖς πᾶσι καὶ ἰδία τοῖς ἀεὶ δεομένοις. οὔτε γὰρ εὐπρεπὲς καὶ ἄλλως ἰσχύοντας περιεῖναι τῶν ἀντιτεταγμένων λοιδορουμέ- νοῦς αὐτοῖς ἐπιέναι καὶ τό γε κατορθωμάτων ποιεῖσθαι κατάλογον ἃ μηδὲν τοῖς παροῦσι καθήκει σαθρά τις ἂν εἴη φιλοτιμία καὶ ἐπίδειξις ἄκαιρος, καὶ μάλιστα [*](3 μὴ δὲ V ut constanter 12 τ’ ὁ scripsi τῶ LV Schm cf. t. IV 391,24 17 αὐτοὶ reposui e LV αὐτοῦ 20 συνηθείας reposui e LV συνήθεις Schm)

54
ἡνίκα καὶ τὸ πρᾶγμα μὰ δῆλον αὐτόθεν ἐστὶ καί τινος δεῖται λόγου ἔξωθεν μαρτυρήσοντος οὐδαμῶς.

ἢ τίς Ἰωνίαν οὐκ οἶδεν ἀποικίαν καὶ αὐτὴν ἡμετέραν οὖσαν καὶ μέρος τῆς ὑπὲρ ἀπάντων Ἀθηναίων προνοίας καλῶς ὑπ’ αὐτῶν πολισθεῖσαν τὴν πᾶσαν, ἵν ὁ ἐν- ταῦθα τῆς Εὐρώπης χῶρος ὧς ἐκ μεγάλου διαστήματος βαρβάροις ἀνεπίβατος μένῃ; τίς ἑτέρωθεν Σικελίαν αὐτήν; τίς τοὺς ἐν Μαραθῶνι κινδύνους, τοὺς ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι καὶ Πλαταιᾶσιν, ἔνθα σὺν ὑμῖν Μαρδονίου τὰς πολλὰς διεφθείραμεν μυριάδας, τοὺς ὑπὲρ ὑμῶν, ὦ Λακεδαιμόνιοι, ὅτε τῶν εἱλώτων ἐπαναστάντων ἔσχατος κινδύνων τὴν Λακεδαίμονα περιέστη, τοὺς ὑπὲρ τῶν ἄλλων; τίς ταῦτα πάντα ὑμῶν ἀγνοεῖ; καὶ τί δεῖ μακρηγορεῖν ὑπομιμνήσκοντας ὑμᾶς φερούσης καὶ ταῦτα τῆς ὑπομνήσεως ἐν τῷ νῦν ἀγῶνι πλέον οὐδὲν εἰς ἡμᾶς;