Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

οὕτω μὴ εἶναί φημι χείρους ἀγνω- μόνων ἀνθρώπων ἐν τοῖς οὖσιν ὀφθῆναι πᾶσαν διὰ μιᾶς ταύτης ἐπεισενεγκόντας τῷ κοινῷ πονηρίαν. καὶ οὐδὲν δι’ αὐτοὺς τὰ τῶν ἀνθρώπων ὅτι μὴ ἔχθραι καὶ πόλεμοι καὶ ἀπιστία καὶ ὑποψία καὶ δόλος καὶ ψεῦδος καὶ πᾶν εἶδος κακοῦ, καὶ οὐδαμοῦ ἡ ἀλήθεια καὶ τὸ γνησίως προσιέναι ἀλλήλοις· οὐ γὰρ ἔστιν ὅστις μὴ πλαττόμενος μηδὲ σοφιζόμενος ἀναστρέφεται. διὰ τοῦτο μηδ’ ἐλεεῖν εἶναι δίκαιον τοὺς τοιούτους μηδὲ φείδε- σθαι, ἀγρίως δὲ μᾶλλον πρὸς αὐτοὺς τοὺς πάντας ὁρᾶν καὶ ἐξελαύνειν ἀπάσης ἣν οἰκοῦσιν ἄνθρωποι γῆς, φιλανθρωπίαν, ὅσον τὸ κατ’ αὐτούς, ἐκ τοῦ βίου καὶ ἐπιείκειαν ἐξορίσαντας, τὸ ἀκοινώνητον δὲ καὶ θηριῶδες ἐπεισαγαγόντας. τὸ γὰρ τοιοῦτον ἀδίκημα παρορώμενον ἀτιμώρητον οὐ πολλοῦ τινος χρόνου δεήσεται τοῦ μὴ τῆς λύμης ἀναπλῆσαι τοὺς πάντας.

καὶ τὸ μετὰ ταῦτα πῶς ἄν τις ἐθελήσει τινὶ συν- θέσθαι ἢ μεταδοῦναι τῶν ἑαυτοῦ; πῶς τίς τινος ἀντι- λήψεται καὶ καταπονουμένῳ χεῖρα ὀρέξει; τίνι βοηθή- σει; τινα προσλήψεται εἰδὼς ἀντὶ τοῦ χάριν ὀφείλειν τὸν εὖ πάσχοντα εἰς πολέμιον αὐτίκα ἀλλ’ ἐῶ τοὺς ἄλλους, αὐτοὶ δέ γε ἡμεῖς οἵτινες εἰώθα- μεν ἀεὶ σώζειν, εἵ τις δεόμενος ἵκετο, πῶς ἔτι τῆς ἐκ [*](23 cf. p. 65, 13. Thuc. II 49, 1. Ι 3, 4) [*](2 ἀλλαξαμένους scripsi e LV ἀλλαξαμένοις Schm 7 ὑποψία scripsi e V ὑπεροψία L Schra 10 μὴ δὲ V | δια- τοῦτο V 11 μὴ δ’ V | μὴ δὲ V 19 τομεταταῦτα LV | ἐθελήσει scripsi coil. p. 78,25 ἐθελήσῃ LV Schm 21 χεῖρα scripsi e LV χεῖρας Schm 23 ἀποκριθήσεται ἔται V)

75
φύσεως φιλανθρωπίας ἑξόμεθα; τίνας ἐλεήσομεν καὶ σώσομεν κινδυνεύοντας; τίνας καταφεύγοντας εἰσδεξό- μεθα; τίνων καὶ προστησόμεθα, ὥσπερ καταπεφευγότας Ποτιδαιάτας προσεδεξάμεθα καὶ προέστημεν; οὐ γὰρ οἶμαί τινα γενέσθαι τοσοῦτον εὐήθη ὡς μετὰ πεῖραν ἑνὸς καὶ δυεῖν ἀγνωμόνων ἀνθρώπων αἱρεῖσθαι καὶ τρίτον ἄλλον εὐεργετεῖν.