Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

ταύτῃ τοι καὶ τοῖς δικαίοις εὖ παθεῖν διὰ τοὺς ἀμνήμονας εὐεργεσίας περιέσται ζημιοῦσθαι, καὶ τὸ κακὸν δὴ τοῦτο λυμανεῖται πᾶσι τοῖς ἀγαθοῖς, ὧς εἶναι δέον ἓν τοῦτο σπούδασμα πάν- τὰς ποιεῖσθαι ἀνθρώπους, εἴ τίς που καὶ παραφανείη πάθει τοιούτῳ κάτοχος ὤν, πάσῃ δυνάμει ἐκτρίβειν πειρᾶσθαι κἀκ τοῦ μέσου ποιεῖν. ὃ δὴ καὶ ἡμᾶς καλῶς λογισαμένους Ποτιδαιάτας μετελθεῖν οὐκ ἀξίως μὲν τῆς ἐκείνων λώβης, ὅμως τῆς γε τῶν Ἀθηναίων φύ- σεως οὐ πολὺ ἄποθεν, καὶ ἅμα καλῶς ἂν ἔχοι καὶ ἀποχρώντως ἡμῖν, εἰ τοῖς μικροῖς παιδευθέντες ἀγαθοὶ γενόμενοι περιεῖεν τῷ βίῳ ἢ παντάπασιν ἐκτριβέντες ἐκστῆναι τῶν ὄντων. εἰ δὲ καὶ οὕτως κακίας οὐκ ἀφέξονται, ἀλλ’ ᾧ γε τὴν ἀξίαν τοῦ τολμήματος ἀπο- τίσουσι δίκην ὧς τάχιστα παραστήσεται.

41. Πλὴν οὕτως τῆς εἰς ἐκείνους τιμωρίας ἐλλιπῶς ἐχούσης οὐκ ἀγαπῶσι Κορίνθιοι, ἀλλὰ μετεληλύθατε, φασίν, ἀνοσίως καὶ ἀπανθρώπως αὐτούς. πῶς, ὦ χρηστοί, ἀνοσίως καὶ ἀπανθρώπως; οὐκ ἦσαν ἡμῖν ἐχθροί; οὐ καθ’ ἡμῶν συνέστησαν; οὐκ ἐν εὐχῆς ἐποι- οῦντο μέρει πᾶν ὁτιοῦν τῶν δεινῶν τυχεῖν ἡμᾶς ὑπο- [*](1 ἑξόμεθα — 2 καταφεύγοντας inserui e LV om Schm 5 τοσοῦτον scripsi e LV οὕτω Schm 6 δυεῖν scripsi e V δυοῖν L Schm 12 τοιούτῳ scripsi e LV τούτῳ Schm 20 τοῦ τολμήματος inserui e V om L Schm)

76
στάντας; οὐκ ἴδει δὲ καὶ ἀντὶ τούτων σφάττειν αὐτοὺς καὶ κατορύττειν ἢ βυθίζειν ἢ διὰ πυρὸς ἀφανίζειν; εἶτα τί τούτων ἐγένετ’ αὐτοῖς πρὸς ἡμῶν; τούτων μὲν οὐδέν, τοὐναντίον δὲ πᾶν. ἀπέθανεν οὐδείς, οὔκουν ὑπ’ Ἀθηναίων, ἀλλ’ ὧς σὺν χρόνῳ παρεστησάμεθα τὴν πόλιν, περιεποιησάμεθα καὶ ζῆν ἀνήκαμεν καὶ περινοστεῖν ἐλευθέρους οὐκ ὄντας ἀξίους τοιούτου τυχεῖν οὐδενός.

ἄνευ δὲ ὧν εἰρήκαμεν, τίς ποτε περὶ πολέμου νενομοθέτηκε καὶ μέτρα καὶ τρόπους εἰση- γησάμενος μάχης μέχρι τοσούτου διετάξατο προιέναι, περαιτέρω δὲ μή, καὶ οὕτως μὲν συμπλέκεσθαι, οὕτως δὲ οὐδαμῶς, καὶ τοὺς ἐχθροὺς μετιτέον εἶναι ἢ τιμω- ρητέον τόνδε τὸν τρόπον, ἀλλὰ μὴ τόνδε, καὶ δεῖν γε ἡμᾶς ἀκολουθεῖν αὐτῷ ἢ μὴ ἀκολουθοῦντας ἐπιτι- μᾶσθαι καὶ δίκας ὑπέχειν ὧς οὐ νομίμως οὐδὲ δικαίως τὴν ἀγωνίαν ποιησαμένους; οὐκ ἔστιν ὁ ταῦτα νομοθε- τῶν, οὐκ ἔστιν οὐδείς, ἀλλ’ ὧς ὁ καιρὸς φέρει, καὶ τἀς μάχας διαθετέον ἅπαντες λέγουσι, καὶ κοινὸς οὗτος ἅπασι νόμος, ὡς ἑκάστῳ ἐκ τῶν συμπιπτόντων παρί- σταται τὸν πόλεμον διαφέρειν.