Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
καὶ πῶς οὐκ ἀλόγιστον τοῦτο; ἐγκαλεῖν ἴδει καὶ μέμφεσθαι προσηκόντως, ὢ Κορίνθιοι, ἡνίκα μηδὲν κακὸν εἰς ἡμᾶς εἰργασμένους ἐκείνους ἐπεθέμεθα αὐτοὶ καὶ ἐβλάπτομεν μόνῃ τῇ τοῦ ἀδικεῖν ἀκολουθοῦντες ἐφέσει· ἐπεὶ δ’ ἐκεῖνοι βλάπτειν ἤρξαντο πρῶτοι, πῶς δὲ βλάπτειν; ἐκ τοῦ τὰ συγκείμενα ἀθε- τῆσαι καὶ σπονδῶν ἀλογῆσαι καὶ ἀτιμάσαι μὲν ἡμῶν τὴν περὶ αὐτοὺς πρόνοιαν, ἀτιμάσαι δὲ καὶ τὴν σπου- δήν, ματαιῶσαι δὲ καὶ τοὺς πόνους καὶ τὰς ἐλπίδας καὶ εἰς ἄκραν περιφρόνησιν τῶν ἡμετέρων γενέσθαι, οὐκ ἂν ἔχοι λόγον ἡ μέμψις, ἂν ἡμεῖς ἐπεξήλθομεν. ὁρᾶτε γὰρ καὶ τὸν κοινὸν πᾶσιν ἀνθρώποις νόμον, ὧς οὐκ ἐπ’ ἄλλους ἢ τοὺς τοιούτους προτρέπει τὰ ὅπλα κινεῖν, καὶ τὸν βλάπτοντα δὲ ἀντιβλάπτειν καὶ ἀντι- μισεῖν τὸν μισοῦντα καὶ τὸν ξύοντα ἀντιξύειν οὐχ ὑπάρχειν ἑτέρου ἢ τούτου τοῦ δόγματος.
36. Ἁλλ’ ἴσως μηδὲ τοὐλάχιστον ἡμῖν παρεξελθοῦσι τοῦ δικαίου δοτέον εἶναι δίκην παρακελεύεσθε καὶ νόμον τοιοῦτον καθ’ ἡμῶν καινοτομεῖν βούλεσθε, Ποτιδαιάταις δὲ καὶ τὰ μέγιστα παρανομοῦσι μηδ’ εἶναι συνόλως αἰτίαν. καὶ μὴν Λακεδαιμονίοις μικρά ποτε βλάψασι τὴν Ἀττικὴν ἐκ τοῦ πλείονος ἀνταπἐδο- μεν πᾶσαν ἐν κύκλῳ τὴν Πελοπόννησον περιπλεύσαν- τες ἀεὶ καὶ λυμηνάμενοι. καὶ Κορινθίους, ἐπειδήποτε [*](16 Suid. s. v. ξυήλην Eustath. ad II. λ 564 p. 863, 4. Mich. Apostol. prov. XVII 20 cum nota Leutschii 24 Thuc. III 40, 6) [*](4 εἰργασμένους] πρὸς τὸ ἐβλάπτομεν ῥῆμα τὴν προηγησα- μένην αἰτιατικὴν συντακτέον LV2) [*](2 γράφονται Schm γράψονται; L γράψονται· V 18 μὴ δὲ V 19 παρακελεύεσθαι et 20 βούλεσθαι V 21 ταμέγιστα V | μὴ δ’ V 25 ἀεὶ scripsi e V αὐτοὶ L Schm)
ἀλλ’ ἐκείνους μὲν οὐκ ἔστι λέγειν ὧς οὐ δίκαια πεπόνθασιν ἀγνώμονας γεγενημένους καὶ ἀντὶ φίλων εἰς ἀποστασίαν καὶ ἔχθραν ἀπαλλαγέντας, γένοιτο δὲ παραπλήσια παθεῖν καὶ οἶς παραπλησίως ἐκείνοις ἄδικος ἀγνωμοσύνη δικαίας στοργῆς προτετί- μηται. εἴη μὲν γὰρ ἂν τοῦτο μάλιστα προσῆκον τῷ βίῳ καὶ πᾶσαν μὲν πονηρίαν, πρὸ πάσης δὲ τὴν ἀγνω- μοσύνην ἐξαιρεθῆναι, ὃ δὴ κακὸν ἔσχατον ἔμοιγε ὡς καὶ ἀσεβείας ἐγγύτατα βαῖνον. καὶ γὰρ ὥσπερ ἀσεβῶν ἕνεκεν ἡ παρὰ τῶν κρειττόνων οὐ κάτεισιν εἰς ἀνθρώ- πους εὐεργεσίαι οὕτω δὴ καὶ τῷ μίσει τῶν ἀχαρίστων φιλανθρωπίᾳ πρὸς ἕτερον οὐδεὶς ἀνθρώπων κεχρῆσθαι βούλεται. καὶ τό γε τῶν τοιούτων μέρος, κωλύεται [*](2 ἶσον V 6 λέγω scripsi e LV λέγει Schm 8 τοῦ inserui e LV om Schm 12 καταβαλομένοις scripsi e V καταβαλλομένοις L Schm 13 ὀλιγωρίας scripsi e LV κατη- γορίας Schm 24 τῶν κρειττόνων scripsi coll p. 82, 19 et 60,1 τοῦ κρείττονος LV Schm 25 rco inserui e LV om Schm)