52
ἄνδρες Λακεδαιμόνιοι, ὅπερ ἡγούμεθα Κοριν- θίους ἐπᾶραι τοσαῦτ’ ἀναισχυντῆσαι καὶ οὕτω πολλῷ τῷ παραλόγῳ τῆς δημηγορίας χρήσασθαι καθ’ ἡμῶν, πρῶτον μὲν ἡ μηδέποτε ἀήθης αὐτοῖς ψευδολογία καὶ πρόχειρος καθ’ ὧν ἂν βούλωνται συκοφαντία καὶ λοι- δορία, δεύτερον δὲ καἰ τὸ παρ’ ὑμῖν δικασταῖς, οἳ τὴν αὐτὴν αὐτοῖς οἰκεῖτε Πελοπόννησον, ποιεῖσθαι τοὺς λόγους. τούς τε γὰρ ἀεὶ μαθόντας προτιμᾶν ἄλλο τι τῆς ἀληθείας ἐν ἀγῶνι τοιούτῳ καθισταμένους ἐν ᾧ μάλιστα καιρόν ἐστιν αὐτοῖς ἔχον τὸ ψεῦδος οὐ ῥᾴδιον παντάπασι τοῦ μαθήματος ἀμελεῖν, τούς γε μὴν τοῖς δικάζουσιν ὡς οἰκείοις οὖσι θαρροῦντας, ὡς καὶ πᾶν ὁτιοῦν ψευδομἕνους ἀνεξελέγκτους οἴεσθαι μεῖναι, μὴ πολλὰ θρασύνεσθαι καὶ παράλογα οὐκ εἰκός.
οὐ μὴν ἀλλ’ εἰ μὲν ἑωρῶμεν ὑμᾶς διατεθειμένους καθά- 20 περ ἐδόξατε Κορινθίοις πρὸ τοῦ δημηγορεῖν ἀνιέναι, τὸ δὲ ἦν ταῖς σφῶν ἡδοναῖς ὑμᾶς αὐτοὺς ἐπιτρέψαι
L = Codex Leidensis Gr. F. 49V = Vaticanus gr. 933Schm = editio Schmidtiana. [*](1 ποτιδαιάται LV ut constanter 5 Κορινθίοις V 12 τί L ut constanter) 53
ἐπαινοῦντας μὲν ἅπανθ’ ἐξῆς ὅσα εἰρήκασι, μηδὲν δὲ τῆς ἀληθείας φροντίζοντας, οὐδὲν ἂν πλέον εἰπόντες μηδὲ πολυπραγμονήσαντες ᾠχόμεθα τὴν ἐπ’ Ἀθήνας. τί γὰρ ἂν ἦν ὄφελος λέγειν ἢ ὅλως τι πραγματεύεσθαι παρὰ δικασταῖς, ἐχθροῖς μὲν εὐλαβοῦμαι λέγειν μηδὲ ἄλλου του ἀκούσαιμι λέγοντος, τὰ πάντα δὲ κατ’ ἐπι- θυμίαν οὖσι τοῖς ἡμετέροις ἐχθροῖς; νυνὶ δ’ ὁρῶντες προθύμους ὑμᾶς ἔργον ἀνδρῶν ὀρθότατα δικαζόντων πληρῶσαι καὶ ἀκοῦσαι μὲν καὶ ἡμῶν λόγον διδόντων, διατεθῆναι δὲ καὶ τὰς γνώμας ἴσους ἀμφοτέροις, φιλίαν δὲ καὶ οἰκειότητα τὴν πρὸς Κορινθίους καὶ διαφοράν, εἴ τίς ἐστι πρὸς ἡμᾶς, τό γε νῦν εἷναι πόρρω στῆσαι τῶν λογισμῶν, ἔνα καὶ ἀμφοῖν τοῖς μέρεσιν ὀρθῶς καὶ προσηκόντως δικάζητε καὶ μηδέ τις ἐντεῦθεν λύμη τῷ δικαίῳ ἐπισυμβαίνῃ, ὅ δὴ καὶ πάντες νομοθέται τιμῶντες ἐπὶ τούτῳ τοὺς δικαστὰς ὁρκοῦντές εἰσιν, ἀνέστημεν καὶ αὐτοὶ ἐροῦντες ὑπὲρ ἡμῶν.