Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

εἴχομεν ἂν ἀσεβείας αἰτίαν ἡμεῖς, εἰ τοῦτο διενοούμεθα καὶ σκοπὸς ἦν περιστάντας τὴν πόλιν καὶ συλλαβόντας αὐτοὺς λιμῷ καὶ σιδήρῳ καὶ πάσαις ἀνάγκαις ὠθεῖν πρὸς τοιαύτας τροφάς· ὅπου δ’ ἄνετοι ἐκεῖνοι ἐντὸς περιβόλου στρε- φόμενοι ἐκ τῶν πύργων ἄνωθεν ἀντεπισείοντες τῷ στρατοπέδῳ τὰ ὅπλα, ἡνίκα οὐ πολέμιος ἦν κατεπείγων. οὐ ξίφος ἐπανατεινόμενον, οὐ σιδήρου πληγή, οὐ πῦρ καῖον, οὐ βρόχος, οὐκ ἄλλη τις βάσανος, ἡμῶν αὐτοὺς πρὸς ἡμᾶς καὶ ἔτι μετακαλουμένων, ἱκετευόντων, βο- ώντων· σύνετε, ἄνδρες Ποτιδαιᾶται, γίνεσθε ὑμῶν αὐτῶν, φείσασθε γυναικῶν τῶν ὐμετέ- ρων, φείσασθε παίδων· τί ὑμεῖς αὐτόχειρες ἑαυτῶν ἐπιθυμεῖτε γενέσθαι; ἔστιν ἐφ’ ὑμῖν μεταβουλευσαμένοις σωθῆναι, ἔστι καὶ σκλη- ρυνθεῖσι καθάπαξ ἀπολωλέναι, εἰ ταῦθ’ ἡμῶν προτεινόντων ἔχοντες ἐκεῖνοι καιρὸν τοῦ πράττειν τὰ δέοντα ὅμως ἐσκληρύνοντο, ἕως ἑαυτοὺς ἀπώλεσαν, [*](10 cf. p. 17, 6 17 Pind. 01. Χ (XI) 37) [*](2 πατρώιον V 10 μὲν post εἴχομεν inser Schm delevi) [*](14 τροφούς V 20 συνῆτε V 25 ὑμῶν V) 5 *

68
τίς οὕτως ἀναιδὴς ὧς ἡμῖν ὑπὲρ αὐτῶν μέμφεσθαι; οὕτως οὐ τῆς ἡμῶν διανοίας, τῆς δ’ ἐκείνων ἀπονοίας τουτ’ ἔργον ὑπῆρχε.

28. Καὶ εἰ βούλεσθε, κύκλῳ τὴν Ἑλλάδα περιελ- θόντες ἐς ζητεῖτε, εἴ τι τοιοῦτον εἰς ἀνθρώπους Ἀθη- ναῖοι πεπράχασι, κἂν εὕρητέ που, συνεζεύχθω ἀμφό- τερα καὶ ἐξ ἔθους ἡμᾶς λέγετε ἀσεβεῖν. ἡττήθησαν καὶ Θηβαῖοι μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ τῆς πόλεως ἐν πολλοῖς, ἡττήθησαν καὶ Φωκεῖς καὶ Θετταλοὶ σὺν αὐτοῖς, ἐπειράθησαν καὶ Μακεδόνες τῆς ἡμετέρας ἰσχύος καὶ πρὸς τούτοις Θρᾷκες καὶ ἀπ’ ἀμφοῖν τῶν ἐθνῶν ἔτι πολλοὶ παρ’ ἡμῖν ἐν δεσμοῖς. ἀλλ’ οὐδεὶς οἵους οὗτοί φασιν ἡμῶν ἐπειράθη.

καὶ τί τοὺς Ἕλληνας λέγομεν; οὐ τοὺς Ἴωνας ἡμῶν οἱ Πέρσαι κατεδου- λοῦντο; οὐκ Ἐρετριεῖς ἀναρπάστους ἐξείλοντο; οὐ μετὰ τοῦ αὐτοῦ διανοήματος εἰς Μαραθῶνα κατήρκασιν, ἴν ὡς Ἐρέτριαν καὶ τὴν Ἀττικὴν πᾶσαν διάθωνται; ἀλλὰ τούτων λαμπρῶς καὶ τότε κρατήσαντες καὶ ὕστερον ὅτε Ξέρξης ἐπῄει πᾶσαν τὴν Ἀσίαν κινῶν ἐφ’ ἡμᾶς, καὶ μετὰ ταῦτ’ ἐν Κύπρῳ καὶ Παμφυλίᾳ καὶ ἀλλαχοῦ, οὐκ ἔστιν εἰπεῖν ὧς ἐνί γε ἢ πλείοσιν αὐτῶν τοιαύτην ἐπηγάγομεν ἀνάγκην. οὐ βαρβάρῳ δεῖπνον παρεθέμεθα βάρβαρον οὐδὲ παραστησάμενοι τοὺς δημίους παίοντες, μαστιγοῦντες, σφάττοντες ἐκελεύομεν ἅπτεσθαι. οὐ τοσοῦτον τὴν ἀνθρωπείαν ἠγνοήκαμεν φύσιν ἡμεῖς [*](15 Xen. comm. IV 2, 33 17 cf. ad t. V p. 521, 10. t. IV 454, 18 R) [*](2 τῆς δ’ ἐκείνων ἀπονοίας inserui e LV om Schm 3 ὑπῆρχεν Schm 5 άθηναῖοι L sed οἱ in ras m 2. áuhnaqivn V 7 ἐξ ἔθους Schm ἐξέθους LV | λέγετε L sed λ in ras m2) [*](17 Ἐρέτριαν scripsi e V ἐρέτρειαν L Schm 20 μετα- ταῦτ᾿ V)

69
καὶ τῆς ἀρετῆς τῶν πάλαι Ἀθηναίων ἀπολελείμμεθα, ὧν οὐδενὸς οὕτως ἴδιον ὧς εὐσέβεια καὶ φιλανθρωπία. ὧν δήπου καὶ ἡμεῖς γεγόναμεν κληρονόμοι, μεθ’ ὧν ἐν τῷ διηνεκεῖ χρόνῳ καὶ πᾶσιν ὡμιλοῦμεν ἀνθρώποις.