Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
οὐκοῦν, ἄνδρες Ἕλληνες, καὶ ἐκινοῦμεν τὸν πόλεμον καὶ δίκην ἐλαμβάνομεν ἀξίαν μὲν οὐδαμῶς, ἀλλ’ ἣν ἐνομίζομεν ἀποχρῆναι. καὶ τὸ πρᾶγμα ὧς ἐννομώτατον ἦν, κωλύει γὰρ τοὺς τοιούτους ἀμύνεσθαι οὔτε νόμος οὐδεὶς οὔτε θεὸς οὔθ’ ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια. μάλιστα μὲν οὖν καὶ τὰ ἀπὸ τῶν θεῶν παραδείγματα, οἷς αὐτοὶ καὶ σκηπτοῖς ἄνωθεν καὶ χαλάζῃ βάλλουσι καὶ ὕδασι πνίγουσι καὶ πᾶσι τρόποις τοὺς ἀνοσίους καὶ ἀγνώμονας τῶν ἀνθρώ- πων κολάζουσι, διδασκαλία πρὸς τὴν τῶν ἐχθρῶν ἐστι τιμωρίαν οἴ τ’ αὖ νόμοι ἐπὶ τούτῳ καθίζοντες δικα- στὰς κολάσεων τε εἴδη καὶ τρόπους ἀναδιδάσκοντες πολλὴν ποιοῦνται τὴν προτροπήν, ὡς, εἰ τινες κακῶς ἔδρασαν κακῶς καὶ ἀπόλωνται. καὶ ἀνθρώπων δὲ κἂν τοὺς ἀσθενεστάτους εἴποις καὶ μετριωτάτους και- ρὸν ἔχοντας μετιέναι τοὺς ἀδικοῦντας οὐκ ἂν τὴν ἐπιχείρησιν παραιτήσασθαι. οὕτως ἁπανταχόθεν προ- τετραμμένον ἐστὶν ἀμύνεσθαι τοὺς ἐχθρούς, καὶ κεκώ- λυται οὐδαμῶς.
ὃ δὴ καὶ ἡμεῖς ἐποιοῦμεν, θάτερον δὲ οὐδαμῶς, λέγω τὸ οὕτω τραφῆναι παρασκευάσαι. καὶ γὰρ οὔτε παράδειγμα τοῦ τοσούτου μύσους ἑωρῶμεν γεγενημένον, πρὸς ὅπερ εἰκὸς ἦν ἀπιδόντας μιμήσασθαι, κἂν ἄλλοι τινὲς μυρίοι πρὸς ταύτην ἐξέκλιναν τὴν μανίαν, ἀλλ’ Ἀθηναίοις γε οὐ πρὸς φύσεως μέχρι τοσούτου τὴν ὀργὴν παρεκτείνειν, οὔκουν οὐδ’ εἰ [*](1 σπονδὴν V ὡς inserui e LV om Schm 14 ἀναδι- δάσκοντες scripsi e LV διδάσκοντες Schm 17 εἴποις scripsi e V εἴπῃς L Schm 25 μυρίοι inserui e LV om Schm 26 ἀλλ’ — 27 παρεκτείνειν citat Plan 1. 1.)