Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

μὴ τοίνυν ἡμᾶς τις τῆς ἐκείνων ἀσεβείας αἰτίους, ἀλλ’ αὐτοὺς ἐκείνους λεγέτω, οἱ καὶ τὴν ἀθέμιτον ἑαυτοῖς παρέθεντο τράπεζαν καὶ τροφῆς ἐπ’ αὐτῆς ἥψαντο παρανόμου. ὅσοι δὲ ἡμῖν τούτων ἕνεκεν μέμ- φονται, τούτους δήπου φαμὲν μηδὲ τοὺς ἐν ταῖς πό- λεσιν ἄρχοντας ἐθέλειν ἀμέμπτως ἔχειν ἐᾶν, οἷς] ὅτι τινὲς εἰς δεσμωτήριον ὐπ’ αὐτῶν ἐμβαλλόμενοι πρὶν ἢ τοῖς νόμοις καὶ μετριωτέραν ἴσως δοῦναι δίκην φθάνουσιν αὐτοὶ παρανομοῦντες εἰς ἑαυτοὺς καὶ ζωῆς ἀπαλλάττοντες. ἀλλ’ οὐδαμῶς γε τοῦτο κρίνοντος ὀρθὰ λογισμοῦ. οὐ γὰρ μόνον ὅτι τινὲς ἑάλωσαν οὐδ’ ὅτι κατεσχέκθησαν ἐν δεσμοῖς σκοπεῖν δεῖ, ἀλλ’ εἰ μὴ καὶ σὺν δίκῃ ταῦτα πεπόνθασιν. εἰ δ’ ἀσεβῶς ὑφ’ ἑαυτῶν ἀπηλλάγησαν, οὐδὲν τοῦτο συμβάλλεται ὥστε τὸν κατασχόντα ἔχειν αἰτίαν· οὔκουν οὐδ’ ἡμῖν φέρει κατηγορίαν, εἰ τοὺς ἐχθροὺς νομίμως πολιορκούντων ἡμῶν ἀσεβεῖς ἐκεῖνοι γεγόνασιν εἰς ἀλλήλους παρανο- μήσαντες.

31. Εἰ δέ τις φιλονείκως ἔχων οὐκ ἀφίσταται τὴν πολιορκίαν λέγων εἰς ταῦτα παραβιάσασθαι, αὐτοὶ καὶ ταύτης ἔχουσι τὴν αἰτίαν. ὁρᾶτε γάρ· ἡμέτεροι ἦσαν, πάντα παθεῖν ἕτοιμοι ἤ ἡμῶν ἀποστῆναι. φίλους ἡμεῖς αὐτοὺς ἤγομεν διὰ ταῦτα. ἔργῳ τῆς ἡμῶν φιλίας ἐλάμ- [*](2 οὐδενὸς — 3 ὧν(2) inserui eLV om Schm 4 ὡμιλοῦμεν scripsi ὁμιλοῦμεν LV Schm 9 μὴ δὲ V 10 οἷς LV Schm cancellavi 18 οὐδὲν scripi e LV οὐδὲ Schm 19 οὔκουν scripsi e LV οὐκοῦν Schm 27 διαταῦτα V)

70
βανον πεῖραν. εὖθ’, ὡς ὑπ’ ἀνέμου σκάφος, εἰς τοὐ- ναντέον περιτραπέντες ἠλόγησαν τῆς περὶ αὐτοὺς προ- νοέας ἡμῶν, ἠλόγησαν τῆς σπουδῆς, ἠθέτησαν τὴν φιλίαν, καὶ τὰς μετ’ ἀλλήλων συνθήκας ἀφέντες εἰς ἐχθρῶν ἀπηλλάγησαν σχῆμα. ἐντεῦθεν παρὰ πόδας αὐτοῖς ὁ πόλεμος καὶ τὰ δεινὰ ἐπὶ θύραις. ἐφ’ οἷς δέον ὄν μεταβουλευσαμένους προσιέναι ἡμῖν, προσιόν- τας δὲ δεηθῆναι καὶ δεηθέντασ εὐμενεστέρων τυχεῖν, ὅμως ἀπονοηθέντες ἀπώλοντο.

οὕτως οὐχ ἡμῶν ἔργον, ἀλλ’ ἐκείνων ἡ πολιορκία, καὶ ὁ κατασχὼν αὐτοὺς ὄλεθρος οὐκ ἄλλους εἶχε τοὺς παρεσκευακότας ἤ τοὺς ἀπολωλότας αὐτούς. ἀλογώτατα γὰρ πρὸς τὰ τῶν Ἀθηναίων ὠθίσαντες ἑαυτοὺς ξίφη ὑπ’ αὐτῶν διαφθείρονται καὶ μεγάλην ἀνάψαντες φλόγα ἁλίσκον- τᾶι ὑπ’ αὐτῆς. ἢ δοκεῖ σοι κἂν ἔνα ἡμῶν κινηθῆναι θελῆσαι ἢ τὸ περὶ τοῦ τείχους ψήφισμα γράψαι, εἰ μὴ νεώτερα ἐφρόνουν ἐκεῖνοι, εἰ μὴ πρὸς ἀποστασίαν ἔβλεπον, εἰ μὴ ἀντὶ φίλων ἐχθροί, ἀντὶ δ’ οἰκείων πολέμιοι, ἀντὶ δὲ συμμάχων αἴροντες ὅπλα καθ’ ἡμῶν ἐγένοντο; νυνὶ δ’ ἀποστάντων ἐκείνων, καὶ εἴθε γε τὸ κατ’ αὐτοὺς ἦν μόνον, ἀλλ’ ἀπώλοντο Ἀθηναίοις πρὸς τὸ ἐκείνων παράδειγμα καὶ τὰ ἐν Θρᾴκῃ πάντα καὶ Μακεδονίᾳ πράγματα καὶ οὐδὲ νῦν μετὰ τὴν Ποτι- δαίας καθαίρεσιν οἷοί τ’ ἐσμὲν ἑαυτοῖς ἐπανασώσα- σθαι, οὕτως οὖν ἐκείνων καὶ δι’ ἐκείνους τῶν ἄλλων διατεθέντων ποῦ δίκαιον μὴ κινηθῆναι μὲν ἡμᾶς, αὐτοὺς δὲ καὶ ὧν ἔπαθον χείρω πολλῷ παθόντας τυχεῖν;