Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

ἥ, πρὸς θεῶν, ἀρεστὸν ὑμῖνι εἴ τις ἱερό- συλος ἢ λωποδύτης ἐν Κορίνθῳ ἐγένετο, ἐκεῖνον μὲν χαίρειν ἐᾶν, ὑμᾶς δὲ τοὺς ἄλλους ἀντ’ ἐκείνου εἰσάγειν, ἔνα μὴ μόνον ἄδικον ᾖ τὸ πρᾶγμα, ἀλλὰ καὶ σφόδρα γελοῖον; εἰ γὰρ Κορίνθιοι δι’ ἐκεῖνον τὸν ἔνα ἰερόσυ- λοι πάντες, δεῖ δὲ καθ’ ὑμᾶς μεταβαίνειν τὴν αἰτίαν ἀεί, εἶεν ἂν τοιοῦτοι καὶ Ἀργεῖοι καὶ οἱ πλησιόχωροι Μαντινεῖς καὶ οἱ ἐν Ἀθήναις ἡμεῖς καὶ πάντες ἄνθρω- ποι, καὶ οὐδένες ἀνθρώπων. ὁ γὰρ δεχόμενος τὴν αἰτίαν ἐπ᾿ ἄλλον ἀεὶ μεταπέμψει, ἡ δὲ φερομένη οὔτε εἴς τινα ἑστήξει καὶ πάντας ἐπελεύσεται, ὧς εἶναι ἀνάγκην ἀποκριθῆναι τὸν λόγον εἰς αἴνιγμα. ἀλλὰ τοῦτο παντάπασιν ἄτοπον. ἄτοπον δήπου καὶ τὸ ἡμᾶς ἀσεβεῖς εἶναι διὰ Ποτιδαιάτας ἠσεβηκότας. εἰ δ’ ἐπὶ πλέον βιάζετε, ὁδῷ προβαῖνον ἐλεύσεται τὸ ἔγκλημα καὶ ἐπὶ τοὺς Κορινθίους ὑμᾶς, καὶ ἀντεγκαλέσομεν τότ’, εὖ ἴστε, σφοδρότερον οὐδὲν ἀνιέντες.

ἀλλ’ οὐχ οὕτω δεῖ παίζειν. ἄνθρωποι γὰρ πάντες οἷς μέλει [*](1 ἀλόγίστωο V 9 μᾶλλον scripsi e LV μάλιστα Schm 11 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60,1 17 αἰτίαν ἀεί. scripsi e LV αἰτίαν, ἀεὶ Schm | ἂν inserui e LV om Schm | οἱ inser L om V)

65
τοῦ δικαίου οὐχ ἕτερον ἀνθ’ ἑτέρου εἰσάγουσιν εἰς τὰς δίκας, ἀλλ’ ὅστις ἠδίκηκεν ἀγώγιμός ἐστι παρ’ αὐτοῖς, ὁ δ’ αὐτὸς καὶ κληρονομῶν τῆς αἰτίας. εἰ τοίνυν Ποτιδαιᾶται ἀλλήλων ἐγεύσαντο, ἀσεβεῖς ἂν εἶεν καὶ προώλεις ὀλέσειαν αὐτοὺς οἱ θεοί, ἡμῖν δὲ τοῦ σφῶν μύσους τοσοῦτον μετεῖναι δοκεῖ, ὁπόσον καὶ τοῖς ἐν Ἐκβατάνοις καὶ Σούσοις καὶ πλεῖστον διῳκι- σμένοις αὐτῶν.

24. Ἀλλ’ ἐπολιορκεῖτε, φασίν, αὐτοὺς κἀν τῇ πολιορκίᾳ τοῦτο συνέπεσεν. ἐπολιορκοῦμεν μὲν οὖν καὶ μάλα δικαίως. ἐχθροὶ γὰρ ἦσαν καὶ πολέμιοι, καί, ὥσπερ φίλοις οὖσιν ὑπέστημεν τρόπῳ παντὶ βοη- θεῖν, οὕτως εἰς τοὐναντίον ἀποκριθεῖσι πολεμοῦντες οὐδὲν ἐπράττομεν τῶν ἀδίκων. εἰ μὲν γὰρ μηδὲν ἡμᾶς ἀδικήσασι μηδέ τι κακὸν διαθεμένοις ἠράμεθα πρὸς αὐτοὺς πόλεμον, ἦν ἂν τοῦτο περιφανῶς ἄδικον, πρὸς οὓς ἦν ἡμῖν οὐδὲν διάφορον, στρατεύειν ἐθέλειν καὶ μάχην ἀπροφάσιστον συνιστᾶν, καί γε ὅστις ἡμᾶς τού- του χάριν μετῆλθε τιμωρούμενος, δικαιότατα παρ’ ἡμῖν ὐγε κριταῖς πάντων μᾶλλον ἔδρασεν ἄν· ἐπεὶ δ’ ατοὶ μηδενὸς καλοῦντος μηδὲ βιάζοντος προσήλθοσαν, ἱκέ- τευσαν, ἐδεήθησαν, ἔτυχον ἡμῶν οἴων ἠβούλοντο, εἶτ’ εἰς ἀποστασίαν εἶδον πᾶσαν τὴν περὶ αὐτοὺς Ἀθη- [*](5 Dem. p. 332,22; 395,7 7 cf. p. 24, 9 13 cf. p. 74,23) [*](15 ἀδικήσασι] ἀντὶ γενικῆς ἡ δοτικὴ ἐνταῦθα VL2) [*](2 ὅστις — 3 αὐτοῖς inter Libanii locos laudat Plan fol 38 παρὰ τοῖς κριταῖς Plan | ὅδ’ V 7 πλεῖστον scripsi e LV πλεῖστα Schm 13 εἰς τοὐναντίον ἀποκρυθεῖσι respicit Plan l. l. atferens φίλος ὢν εἰς τοὐναντίον ἀπεκρίθη 15 ἀδικήκασι V | μὴ δέ V 21 μὴ δὲ V 22 ἠβούλοντο scripsi e LV ἐβούλοντο Schm 23 ἀποστασίαν scripsi e LV coll p. 70,17; 73, 17 ἀπόστασιν Schm)

66
ναίων σπουδὴν παρὰ φαῦλον θέμενοι, ποῦ δίκαιον μὴ πόλεμον κινεῖν ἐπ’ αὐτοὺς καὶ δίκην ἀξίαν τῆς ὑπερ- οψίας λαμβάνειν;