Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
καὶ ἃ μὲν ἑαυτοὺς ἔδρασαν συγκλεισθέντες, εἴθ’ ὅσια εἴτ’ ἀνόσιαι εἰδεῖεν αὐτοί· ἅ δὲ τέως ἡμεῖς διε- πραξάμεθα, ἐπειδὴ τῷ μακρῷ χρόνῳ παρεστησάμεθα, οὔτε βαρβαρικὰ καὶ οἷα παθεῖν αὐτοὺς δίκαιον ἦν, οὔθ’ ὁποῖα ὁ νόμος στρατιωτῶν βούλεται. οὐ γὰρ δή- που συλλαβόντες ἐκινήσαμεν ἐπ’ αὐτοὺς ὅπλα οὐδ’ ὡς ἐχθροῖς ἐχρησάμεθα οὐδ’ ἐζημιώσαμεν οὐδένα εἰς τὴν ζωήν, ἅπαντας δὲ σῶς κελεύσαντες τῆς πόλεως ἀπιέναι [*](3 τοῖς στρατηγοῖς scripsi e V τοὺς στρατηγοὺς L Schm) [*](5 κομίζοντες V | στόλον scripsi e LV στόχον Schm 6 μὴ δὲ V 7 ἐπιμελομένους V 8 μὴ δ’ LV 10 στρα- τηγὸς V ὅ τι scripsi ὅτι LVSchm | ἡμῖν V sed ι in ras m 2) [*](13 ἡμέρως V sed ἡ in ras m 2 | τὰ inserui e LV om Schm) [*](14 τὰ ante αὐτούς Schm delevi 18 παρεστησάμεθα V sed μέθᾳ in marg m 2 19 οὔτε βαρβαρικὰ καὶ in marg V 2 | οἷα V sed οἶ in marg et ἁ in ras m 2 | παθεῖν V sed πα et εἰν in ras m 2 | αὐτοὺς V sed αὑ in ras et οὑς suprascr m 2 22 ἐζημιώσαμεν V sed ζ in ras m 2 23 ἅπαντες V)
20. Ἀλλ' οὐχὶ τοῦτό ἐστιν οὗ δὴ χάριν ἐπὶ τὴν κατηγορίαν ἀναστῆναι Κορίνθιοί φασιν, ἄλλο δέ, ὅπερ ὡς μὲν εὔηθες, ὡς δὲ καὶ γελοῖον, οὐ πολλῶν ἂν εἴη λόγων δεικνύναι. τί δέ φασι; πόλεμος ὅν ἐκίνησαν Ἀθηναῖοι περιειστήκει Ποτίδαιαν, καὶ ἐπο- λιορκεῖτο, ἐπέβη δὲ λιμὸς καὶ Ποτιδ.αιᾶται ἀλλήλων ἐγεύσαντο· καὶ ἐκ τούτου ἀσεβεῖς Ἀθηναῖοι. ὑμεῖς δ’, ὦ Κορίνθιοι, πῶς οὐκ ἀσε- βεῖς διὰ τοῦτο; ὅτι πρόφασιν εἰσηνέγκατε οὐδεμίαν οὐδὲ μετέσχεν ὑμῶν οὐδεὶς τοῦ μιάσματος; οὐδ’ ἡμεῖς εἰσηνέγκαμεν οὐδὲ μετέσχομεν, ὥσθ’ ὂν ἂν τρόπον ὑμᾶς αὐτοὺς ἀπολύητε αἰτίας, τὸν αὐτὸν δήπουθεν καὶ ἡμᾶς. ἀμφότεροι γὰρ οὗπερ ἐγκα- λεῖτε μακρὰν ἐπίσης ἐσμέν. οὐκοῦν καὶ πόρρω αἰτίας ὁμοίως. τί λοιπὸν ἀλόγως ἐπὶ τὴν κατηγορίαν ἐκφέ- ρεσθε εἰδότες καὶ ταῦτα σαφῶς ὡς ὅ τι ἂν ὑμεῖς, εἴ τις ἐγκαλεῖ, περὶ τῶνδε ἐρεῖτε, τοῦτ’ αὐτὸ καὶ ἡμῖν ἐκ τοῦ ἴσου λόγου παρέσται εἰπεῖν;
οὐ τοίνυν ἀσκέ- πτως ἐφ’ ὁντιναοῦν, ἀλλὰ τὸν ἁμαρτάνοντα τὴν αἰτίαν τρεπτέον. τοῦτο μὲν γὰρ δίκαιον καὶ προσῆκον ἅτε καὶ τοῖς νόμοις ὡς μάλιστα δοκοῦν καὶ πᾶσιν ὰνθρώ- ποις λυσιτελῶς ἔχον ἀνακοπτομένης οὐ μικρῷ τινι μέρει κακίας ἐντεῦθεν, ἐκεῖνο δὲ πράττειν πρὸς τῷ [*](22 ὅ τι scripsi ὅτι LV Schm 25 ἐφοντιναοῦν V 29 ἐκεῖνο scripsi e LV ἐκεῖνοι Schm)