Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
οὐ πολὺς ὁ μετὰ ταῦτα χρόνος, καὶ παρῆσαν οἱ πρέσβεις, συμπαρῆν ὁ στρατός, λόγοι ἐγίγνοντο καὶ ἀπειλαὶ μετὰ τῶν λόγων. Ποτιδαιᾶται δ’ ἑτέρωθεν ἑώρων, ἤκουον, ἐγέ- λων· πάντα ἦν μακρὸς λῆρος αὐτοῖς, καὶ ὦ παῖδες, ἔλεγον, Ἀθηναῖοι, εἰ δοκεῖτε πείθοντες ἡμᾶς ἢ βιάζοντες παραστήσασθαι. τότε πρὸς τούτοις καὶ οἱ ἐν γειτόνων ὁρῶντες Ὀλύνθιοι κατακούειν Ἀθηναίων ἀφίστανται· καὶ τὸ κακὸν δὴ τοῦτο, ὥσπερ ἄλλο τι νόσημα, προβαῖνον ἅπτεται καὶ Χαλκιδέων, καὶ αὐτοὶ συναφίστανται. τότε δὴ καὶ Ἀλέξανδρος φίλος ὢν ἐκ προγόνων τῷ δήμῳ πολέμιος γίνεται, καὶ πάντα ἡμῖν ἐνόσει τὰ ἐν Θρᾴκῃ πράγματα ἐκ Ποτιδαίας τὴν πρώτην ἀρξάμενα.
Τοῖς δὲ δὴ τοιούτοις μὲν οὖσιν αὐτοῖς, τοιού- τῶν δὲ καὶ πραγμάτων ἡμῖν γεγενημένοις αἰτίοις τίνα τις ἐπενεγκὼν τιμωρίαν ἔδοξεν ἂν τὴν δικαίαν ἐπενεγ- κεῖν; ἄλλοι μὲν οὖν ἴσως πάντες φαῖεν ἂν μηδ’ εἶναι τὴν δικαίαν ἐνταῦθα, ὑπερβάλλειν γὰρ πολὺ τὸ ἀδί- κημα, ὡς καὶ αὐτὸν θάνατον μικρὸν εἶναι πρὸς τοῦτο [*](1 Thuc. I 56 15 Thuc. I 58 16 Thuc. I 57) [*](3 καὶ delendum? 4 τοῖς inserui e LV om Schm 7 μέτα LV 11 εἰ δοκεῖτε scripsi e LV ἐδοκεῖτε Schm 12 τούτοις scripsi coll. p. 68, 11 τούτους LV Schm | καὶ — 14 ἀφίστανται inserui e LV om Schm 15 χαλκιδαίων L 18 ἐν scripsi coll. p. 70,22 ἐπὶ LV Schm 23 μὴ δ’ V)