Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
ὑστέ- ῥεῖ δὲ οὐδὲν εὐδαίμονας εἶναι Ποτιδαιάτας ἡσυχῆ καθημένους ἐπὶ τοῖς σφετέροις καλοῖς. καὶ ἦσαν εὐδαί- μονες ἐκεῖνοι διὰ τοὺς Ἀθηναίους, ὥσπερ ἀμέλει ἄθλιοι δι’ ἐκείνους ἡμεῖς ἀναλίσκοντες, ἐκπλέοντες, στρατεύ- οντες, πολεμοῦντες, καὶ ταῦτα οὐχ ἴνα ἡμᾶς αὐτοὺς περιποιησώμεθα, ἀλλ’ ὅπως ἑτέροις τὰ ἐνόντα φυλά- ξαιμεν. ἅ δὲ τέως ἀπένεμον ἀντὶ τούτων Ποτιδαιᾶται τῷ δήμῳ, αἰσχύνη καὶ λέγειν. οὕτω φαύλη τις ἦν δωρεά, μᾶλλον δὲ σκιὰ δωρεᾶς ἢ οὐδὲ τοῦτο. εὐγνω- μονεῖν ἔφασαν καὶ τῆς εὐεργεσίας αἰσθάνεσθαι καὶ δι’ ὀνομάτων τούτων· σωτῆρες, φύλακες, κηδεμόνες ἡμῶν Ἀθηναῖοι, ἃ κἂν δυοῖν ὀβολοῖν πρίαιτό τις, τὸ πᾶν ἡμῖν ἀπεπλήρουν. καὶ τοῦτο δὲ ἄρα ὑπὸ φιλαν- θρωπίας ἀποχρώντως ἔχειν ἐδόκει καὶ διὰ τῆς ὁμο- λογίας τῆς χάριτος τὸ πᾶν ἀπέχειν ὑπελαμβάνομεν. κἂν εἰ μέχρι τέλους ᾑροῦντο εὐγνώμονες εἷναι, οὐκ ἄν ποθ’ ἡ παροῦσα ἐδέχετο τύχη οὐδὲ μετεκινήθη αὐτοῖς τῶν ἐνόντων οὐδέν. ἢ πολὺ πρότερον ἡμεῖς τοῦθ’ ὑπέστημεν ἂν ἢ ἐκεῖνοι προισταμένων ἡμῶν.
ὃ δ’ οὖν αὐτοὺς ἀπώλεσε καὶ τὰς ἐνεστώσας ἐπή- νεγκε συμφοράς, ἡ πρὸς ἀγνωμοσύνην μεταβολὴ καὶ ἡ [*](3 ἦσαν scripsi e LV ᾖσαν Schm 12 ἀπένεμεν V 16 τούτων scripsi τοῦ LV Schm 18 δὲ ἄρα inserui e LV om Schm 19 καὶ scripsi e LV ἣ Schm 23 ἡμεῖς in- serui e LV om Schm 25 ὃ scripsi e V ὁ L Schm | έπή- νεγκε scripsi e LV ἀπήνεγκε Schm)
16. Πρὸς οὖν ταῦτα τίς οὐκ ἂν ἔπαθεν ἀκούσας τὸ κοινὸν πάντων ἀνθρώπων καὶ ὀργῇ ληφθεὶς ὥρ- μησεν εὐθὺς ἀφανίσαι; ἀλλ’ οὐχ ἡμεῖς γε τᾷ τότε, εἰ καὶ τὸ πρᾶγμα ὑπῆρχε σφόδρα ὀδυνηρὸν καὶ ἀφόρητον καὶ πολλὴν ἡμῖν φέρον συγγνώμην. κἂν εἰ μέχρι τοῦ σφάττειν αὐτοὺς ἐκινήθημεν, οὔκουν οὐδ’ ἐκηρύττομεν παραυτὰ τῆς ἀγγελίας ἐκπλεῖν, στρατεύεσθαι, κινεῖν τὰ ὅπλα ἐπὶ τοὺς ἀγνώμονας, τοὺς ἀχαρίστους, τοὺς παρασπονδήσαντας, τοὺς ἀλιτηρίους καὶ θεῶν τῶν ἐπὶ τοῖς ὅρκοις κληθέντων καὶ ἡμῶν, οἱ μετὰ τοὺς θεοὺς ἐσῴζομεν, ἀλλ’ εἰς βουλευτήριον ἀνιόντες καὶ ψήφισμα θέντες, ὃ δὴ καὶ ὑμᾶς εἰπεῖν πᾶσαν ὑπερβάλλειν φιλανθρωπίαν, τὸ δὲ ἦν Ἀθηναίους αἱρεῖσθαι σώζειν Ποτιδαιάτας καὶ αὖθις, μόνον εἰ βου- [*](6 Pind. Ol. Ι 57) [*](1 θεοὑς Schm λόγους V sed in marg γρ νόμους lac. 4 litt L cf. p. 57,8; 58,24; 64,10; 73,24; 77,11 et 12 et 23 3 ἧς scripsi e LV ὧν Schm 6 tvqonti L 10 ἐπενέβαλλον scripsi e V épenqebalon L ἐνέβαλον Schm 14 τῷ Schm τω LV num ἐν τῷ? 15 σφόδρα ὑπῆρχεν V)