Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν.

Ῥεχθὲν δέ τε νήπιος ἔγνω.

Ῥηγίνων δειλότερος.

Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.

Συνῆλθεν ἀτταγᾶς νουμηνίῳ.

Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων.

Συγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις ἁμαρτανόντων.

Σαρδώνιος γέλως: ὁ προςποιητὸς καὶ μὴ ἐκ χαιρούσης καρδίας.

Σικελικὴ τράπεζα, καὶ, Συβαριτική.

Σοφία μωροῦ: ἐπὶ τῶν ἀσύνετα λαλούντων.

Σὲ δ’ οἰωνίσαιτ’ ἄν τις ἰδών: καὶ τό, Τόν δὲ ἡ νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο.

Τοιοῦτον Θεμιστοκλῆς οὔποτ’ ἐνόησε: σοφίας γὰρ δόξαν οὗτος ἀπηνέγκατο.

Τυφῶνος πολυπλοκώτερον.

Ταντάλου τάλαντα: ἐπὶ τῶν σφοδρα πλουσίων.

Τὸν Κολοφῶνα ἐπέθηκας: ἐπὶ μεγάλων πραγμάτων· καὶ ἐπὶ βεβαίου ψήφου.

Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐν τῇ γλώσσῃ τοῦ μεθύοντος.

Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν.

Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν: ἐπὶ τῶν ἄλλων ἁμαρτόντων, ἄλλων δὲ δόντων δίκην.

Τὸν ξύοντα ἀντιξύειν: ἀπὸ μεταφορᾶς τῶν ὄνων· ἀλλήλους γὰρ ἀντικνήθουσιν. Ἐπὶ ὠφελούντων ἢ ἀντιβλαπτόντων ἀλλήλους.

Τοῦ Κροίσου παιδὸς σιγηλότερος.