Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήστων.

Ποικιλότης ὕδρας: ἐπὶ τῶν δολερῶν.

Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς.

Πῦρ ἐπὶ δαλὸν ἐλθόν.

Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα.

Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι.

Πρὸς κέντρα λακτίζειν.

Προφάσεως δεῖται μόνον ἡ πονηρία.

Πρὸ τῆς νίκης ᾄδεις ἐγκώμιον.

Πολλὰ ψεύδονται ἀοιδοί.

Ποταμὸς πρὸς θάλατταν ἐρίζει: ἐπὶ τῶν ἀδυνάτων.

Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους.

Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται.

Πενίη σοφίην ἔλαχεν.

Πάντα πέτρον κινήσω.

Πάντα κάλων.

Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας.

Ῥόδιοι τὴν θυσίαν: ἐπὶ τῶν ἐν ἱεροῖς βλαςφημούντων.

Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων· ψόφον γὰρ ἀποτελεῖ βαλλομένη τοῖς κύμασιν.

Ῥαδαμάνθυος κρίσις: ἡ δικαιοτάτη.