Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τόποι δύςβατοι. Ἐπὶ τῶν ἐργώδεις εὑρεῖν τὰς διατριβὰς ποιουμένων.

Οἱ μὲν γὰρ οὐκέτ’ εἰσὶν, οἱ δ’ ὄντες κακοί.

Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προςήκει ἐπιδεικνυμένων τὰ ἤθη, ἢ ἐπιτηδεύματα διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δημηγορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα.

Οἶνος, ὦ παῖδες, ἀλήθεια.

Ὄνος εἰς ἄχυρα.

Οὔθ’ ὕεται οὔθ’ ἡλιοῦται: ἐπὶ τῶν ἀναισθήτων.

Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς ἀπὸ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν, κἂν ἐτυχον ὄντες φαυλότατοι.

Οἴκοθεν ὁ μάρτυρ: ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας.

Ὄνος ἐν μελίσσαις: ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων.

Ὄνος λίρας ἀκούων: ἐπὶ τῶν ἀξυνέτων.

Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐπέσειεν.

Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον.

Παρὰ κωφῷ διαλέγῃΠρὸς

σῆμα μητρυιᾶς κλαίει: ἐπὶ τῶν προςποιουμένων.

Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυςαλώτων.

Πρὶν τοὺς ἰχθῦς λαβεῖν, τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων.

Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί: ἐπὶ τῶν κατωφερῶν εἰς τὰ τὴς Ἀφροδίτης ἔργα.

Πολλάκι μωρὸς ἀνὴρ κατακαίριον εἶπε.

Πολλὰ μεταξὺ κύλικος καὶ χείλερς ἄκρου.

Πλίνθον πλύνεις: ἐπὶ τῶν ἀδυνάτων.