Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει.

Μηδικὴ τράπεζα.

Μέλιτος μύελον: ἐπὶ τοῦ ἄγαν ἡδέος.

Μηδὲ μέλι μηδὲ μελίσσας: ἐπὶ τῶν παραιτοόυμένων ἀγαθόν τὶ παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ.

Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.

Μυσῶν λεία: οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον.

Μὴ κίνει Καμάριναν: λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησάμενοι παρακούσαντες ἐβλάβησαν.

Μωμήσεται μᾶλλον ἢ μιμήσεται: ἐπὶ τῶν ἀπαιδεύτων.

Μὴ παιδὶ μάχαιραν.

Μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα.

Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μέλισσα μέλι.

Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν: ἐπὶ τοῦ μὴ ἐπαΐοντος· καὶ ἐπὶ τῶν ἀναισθήτων.

Νεφέλας ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων.

Ναῦς ἱκετεύει πέτραν: ἐπὶ τῶν σφόδρα ἀναισθήτων.

Ξυρὸς εἰς ἀκόνην.

Ξύλον ἀγκύλυν οὐδέποτ’ ὀρθόν: ἐπὶ τῶν ἀδιορθώτων.

Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας: ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς· ὥσπερ καὶ οἱ τὰ ἱερὰ προςάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύονται περὶ αὐτῶν.

Οὐκ ἂν αὖθις ἀλώπηξ: λείπει τὸ ἁλώσεται· αὕτη γὰρ ἅπαξ διαφυγοῦσα τὰς πάγας, οὐ δεύτερον ἁλίσκεται.

Ὄνος ἄγει μυστήρια: ἐπὶ τῶν ἀναξίως τι ἐμπεπιστευμένων.

Ὄνου γνάθοι: εἰς πολυφάγον.