Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου.

Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν προξενούντων ἑαυτοῖς κακά· Ἀνάγύρος γάρ τις ἥρως ἐκάκου τοὺς γείτονας.

Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων.

Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν καταφρονούντων τινῶν.

Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς.

Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων.

Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευρισκόντων τε νέον κακόν.

Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναντίως λεγομένων.

Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον.

Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων.

Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: ἤτοι φυλάττου, ἰωνικῶς.

Ἀράβιος αὐλητής: ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.

Ἄϊδος κυνῆ.

Ἄκρῳ ἅψασθαι δακτύλῳ.

Αἵματι κλαίειν: καθ’ ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων.

Αἱ χάριτες γυμναῖς ὅτι δεῖ [τὴν] δωρεὰν [ἀκενοδόξως] εὐεργετεῖν.

Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων.

Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων.

Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις.

Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους.