Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται.

Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος.

Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοηθῶν. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ.

Ἀετοῦ γῆρας, κορύδου νεότης.

Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούντων· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν.

Ἀγροίκου μὴ καταφρόνει ῥήτορος.

Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων.

Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων.

Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν.

Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων.

Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προςποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι.

Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρηται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων.

Αἲξ τὴν μάχαιραν.

Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τροπαῖον: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα κατορθούντων.

Ἀεὶ κολοιὸς πρὸς κολοιόν: καὶ· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον.

Ἀμαλθείας κέρας: ὅτι τῇ τροφᾷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι’ οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ἡτήσατο.

Ἀετὸν ἵπτασθαι διδάσκεις.

Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων.

Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία.

Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυςαλώτων.