Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: ἐπὶ τῶν λάλων καὶ φάγων.

Ἀνδρὸς γέροντος σταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων.

Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος [φέρει]: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα.

Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ’ ἐπειςρέει: ἐπὶ τῶν μάτην πονούντων.

Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας.

Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων.

Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.

Ἄμμες ποτ’ ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω.

Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν.

Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων.

Ἄπληστος πίθος.

Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μεταλαγχανόντων.

Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται.

Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρουμένων.

Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: Παθὼν δέ τε νήπιος ἔγνω.

Ἄλλοι σπείρουσι, ἄλλοι δὲ ἀμήσονται.

Ἄρκτου παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προδήλων.

Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων.

Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.

Ἀνδρὸς καλῶς πράσσοντος ἔγγιστα φίλοι.