Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

887 τίς ποθʼ ἡ βοή;: ἄκρως τῇ οἰκονομίᾳ τὸ μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος.

890 θᾶσσον ἢ καθʼ ἡδονὴν ποδὸς ταχύτερον ἢ ὡς ἔδει βαδίζειν.

900 σπεύδειν ἀπὸ ῥυτῆρος. ἀντὶ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἀπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα.

ἀπὸ ῥυτῆρος: ἀπὸ ὑποδήματος ἀντὶ τοῦ ὡς ἔχει σχήματος ἕκαστος.

ἔνθα δίστομοι: ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε.

903 ξένῳ τῷ Κρέοντι.

905 εἰ μὲν διʼ ὀργῆς ἧκον: εἰ μὲν διʼ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος.

906 οὐδʼ ἀφῆκʼ ἂν (οὐ) μεθῆκʼ ἄν.

[*](1 γηρῶν] γήρᾳ Dind. — 4 δʼ inclusi. — 8 ἀνεκτέον] μεμπτέον L, corr. Lasc. — 10 ποθ᾿ ] ποθεν in textu L. — 11 πρὸς ταῖς θυσίαις l. — 16 βλαύτης] βλάστης L, corr. Suid. v. βλαύτη et σπεύδειν. — 17 αὐτὸν] sc. ῥυτῆρα; αὐτὸ Elmsl. — 20 ἀπὸ ῥυτῆρος] ἄνιπτον (sic) L; lemma mutavit Wolius. — 24 et 25 ἧκεν (ἧκον ex ἧκεν in textu) et ἐληλύθει L, corr. Lasc.)
441

908 τούτοισι κοὐκ ἄλλοισιν: ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπασθήσεται.

909 οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν πρὶν ἂν ἀγάγῃς τὰς κόρας.

912 οὔθʼ ὧν πέφυκας τῶν προγόνων.

916 ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι: ἀντὶ τοῦ μεθίστασαι· εἰώθεσαν δὲ οὕτω λέγειν καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν μετεστήσαντο, παρἐστήσαντο δὲ λέγουσιν.

καὶ παρίστασαι βίᾳ: τὸ παρίστασαι ἴσον ἐστὶ τῷ καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς καὶ πάλιν παραστήσασθαι τούσδε τινάς φασι· παραφυλάττεσθαι δὲ δεῖ ὡς δεινοποιεῖ τὰ τοῦ Κρέοντος ὁ Θησεὺς τῇ καλουμένῃ αὐξητικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ κεφάλαια.

ἀντὶ τοῦ καταδουλοῖς αὐτὴν βίᾳ.

929 σὺ δʼ ἀξίαν οὐκ οὖσαν: οὐκ οὖσαν ἀξίαν [*](Fol. 108 a) αἰσχύνεσθαι· αἰσχύνη δὲ πατρίδος πολίτου ἁμαρτία. πόλιν τὴν Θήβην.

934 εἰ μὴ μέτοικος τῆσδε: ἀντὶ ἔνοικος· οὐ γὰρ αὐτὸ τοῦτο τὸ μέτοικος ὡς ἡμεῖς φαμεν εἴρηται, μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν, τοῦτο δὲ ἔνοικον· κέχρηται δὲ καὶ Ἀἰσχύλος ἐπὶ τῶν οἰωνῶν ἐν Ἀγαμέμνονι λέγων οὕτω

  • τῶνδε μετοίκων
  • [*](4 ἀναχωρήσεις Br. — 11 τῷ] τὸ L, corr. Lasc. — 13 παραφυλάττεται (ut 1) pr. L. δεῖ addidi; χρὴ Triclin. — 18 αἰσχύνη πόλεως πολίτου ἁμαρτία Suid. v. αἰσχύνη; cf. Apostol. centur. I, 70 (Paroemiogr. II p. 258). — 21 τὸ μέτοικος] τὸ ἔνοικος L, corr. l. — 23 δὲ add. Suid. v. μέτοικος. — 26] v. 57. τῶν δὲ L.)
    442
    ἀντὶ ἐνοίκων· μετοίκους γὰρ εἶπε τῶν ὑψηλῶν τόπων τοὺς οἰωνοὺς κἀκεῖσε ἀντὶ ἐνοίκων.

    ἀντὶ ἔνοικος.

    939 ἐγὼ οὔτʼ ἄνανδρον: τὴν ῥητορείαν παραφύλαξον εἰ τῶν μὲν κατηγορηθέντων αὐτοῦ οὐχ ἅψεται καινὰ δέ τινα ἐνθυμήματα καὶ πάνυ εὔλογα ἐξευρίσκων ἀντερεῖ.

    942 αὐτούς τοὺς Ἀθηναίους.

    943 ξυναίμων τῶν συγγενῶν.

    945 παρʼ ὅσον αὐτὸς τέκνον ἐστὶ μητέρα γεγαμηκώς.

    947 τοιοῦτον αὐτοῖς Ἄρεος: ᾔδειν δὲ εὔβουλον ὄντα τὸν Ἀρειον πάγον· τοῦτον δὲ χθόνιον εἶπεν οἷον ἐγγενῆ καὶ αὐτόχθονα, ἐγχώριον, οὐχ, ὡς οἱ ἐξηγησάμενοι οἴονται, παρὰ τὸ τοὺς δικαζομένους ἐν αὐτῷ ὑπὸ τὴν χθόνα εἶναι· χθόνιον τοίνυν τὸν αὐτόχθονα· λέγοι δὲ ἂν τὴν Ἀρεοπαγῖτιν βουλήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ περὶ τῆς προσηγορίας αὐτοῦ πολλαχοῦ.

    950 πίστιν ἴσχων ἐγὼ θαρρῶν.

    954 θυμοῦ γὰρ οὐδὲν γῆρας: οἷον οὐκ ἔστι θυμοῦ κρατῆσαι ἄνθρωπον ὄντα· οὐ καταγηράσκει· τὸ ὡμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι· τοῦτο δὲ καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει, λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους· [*](2 ἐνοίκων] ἐνοίκους Tricl. — 5 ἅψηται L, corr. l. — 10 ἐστὶ] τὴν add. Lasc. — 11 δὲ inclusi. — 13 εὐγενῆ L, corr. Valcken. Ammon. p. 110. — 16 τὸν γὰρ πάγον κ. ἑ.] non expedio. — 17 μετατέθηκεν L, corr. l. — 19 ἐγὼ] σφὼ L, corr. Elmsl — 22 ὁ add. Suid. v. θυμός. — 23 ἐστιν ὄντα] ἐστι ζῶντα L, corr. Suid.; cf. schol. v. 1153. — 24 παροιμιακῶς] Greg. Cypr. cent. II, 23 (Paroemiogr. II p. 71), Apostol. cent VIII, 93 (II p. 459).)

    443
    ὅσῳ γὰρ γηράσκουσι τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσιν· καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ κοινὸν αὐτοῦ μιμνήσκεται.

    960 λῆμʼ ἀναιδές: --- τὴν ὑστάτην ὑποφορὰν πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλʼ ὑπὸ τοῦ Οἰδίποδος· ἡ δὲ αἰτία πρόδηλος· καὶ ἅμα παραφύλαττε εἰ καὶ οὕτω πιθανῶς ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους εἴ τις ἀκριβῶς ἐξετάζοι ἄδικος μὲν οὐκ ἔστιν ἀτυχὴς δὲ καὶ περιπαθής.