Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

961 ἢ σαυτοῦ ἐπεὶ τὴν ἀδελφήν σου λοιδορεῖς.

965 μηνίουσιν ὀργιζομένοις.

[*]( Fol. 108 b)

973 ἔα ἦ.

977 τό γ᾿  ἆκον τὸ ἀκούσιον.

978 τὸ ἑξῆς, μητρὸς δὲ, γάμους, τλήμων, οὔσης ὁμαίμου σῆς ἀναγκάζων με λέγειν οὐκ ἐπαισχύνῃ.

1000 ἅπαν καλὸν λέγειν νομίζων τουτέστιν ἀθυρόστομος ὤν.

1006 ὅθʼ οὕνεκ’ εἴ τις γῆ: ὅτι οὕνεκα, ἐκ παραλλήλου [*](Fol. 109 a) τὸ αὐτὸ ἀντὶ τοῦ εἴθ’ ἄφελεν· ἀντὶ ἀγνοεῖς τοῦτο, Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπίσταται γιγνώσκειν ἡττᾶται περὶ τὸ φιλόθεον τῇ Ἀττικῇ.

1016 οἱ μὲν οἱ θεράποντες Κρέοντος.

1023 ἄλλοι: Ἀθηναῖοι ἐπιδιώκουσιν αὐτούς.

οὕς τοὺς Ἀθηναίους.

[*](1 γὰρ add. Suid. (cod. Bruxell ), Greg , Apostol. — 2 Ἀλκαῖος] fr. 116; comicum intelligit Leutschius l. c. λεγομένου] λέγομεν οὐ L, corr. Suid. — 4 λῆμ᾿ ] δῆμʼ (ut in textu pr ) L. . . . .] excidit καλῶς vel εἰκότως (Tricl.). — 6 ὑπὸ] ἀπὸ L, corr. Elmsl. — 7 οὕτω] οὖτος Lasc. — 15 τλήμων L, τλῆμον Lasc. — 16 οὐκ] οὐδʼ L, corr. Lasc. — 19 ὁθούνεκα l. — 20 ἀντὶ τοῦ inclusi. — 22 γιγνώσκειν] σέβειν Br. τῆς Ἀττικῆς Br. — 24 ἄλλοι] ἀλλʼ οἱ L, corr. Br.)
444

1024 ἐπεύξωνται οἱ σοὶ θεράποντες.

1031 πιστὸς ὤν ἀντὶ πιστεύων, καταστρέφει δὲ εἰς τὸ πεποιθώς.

1044 εἴην ὅθι δαίων: ὁ μὲν Κρέων καὶ ὁ Θησεὺς ἀπῆλθον ὑπονοῶν αὐτὸν οὐ ψιλὸν ἥκειν ἀλλὰ μετά τινος χειρὸς ἥν πλησίον που ἐστρατοπεδευκέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως προβεβηκότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην, εἴθε εἴην ὅπου αἱ συμβολαὶ καὶ αἱ μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ αὐτῷ τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ Κρέοντος καί φησιν, εἴθε ἐπόπτης ἐγενόμην αὐτῶν.

ἐπιστροφαὶ ἀντὶ ἀναστροφαί.

1046 χαλκοβόαν στερεοβόαν, μεγαλόφωνον.

[*](Fol. 109 b)

1047 ἢ πρὸς Πυθίαις: ἀπὸ κοινοῦ τὸ ἀκταῖς ληπτέον, λέγοι δʼ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον· ἱστορεῖ περὶ τούτων Φιλόχορος ἐν τῇ Τετραπόλει γράφων οὕτως, ὅταν δὲ σημεῖα γένηται παραδεδομένα ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους Πυθιάδα καὶ Δηλιάδα ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται ἐν Οἰνόῃ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ Πυθίῳ [*](1 οἱ σοὶ] οἷς οἱ L, corr. Elmsl. — 6 ἐστραΤευκέναι, τ mutato in δ L. — 10 αὐτῷ incl. Lasc. — 11 φασιν Lasc. ἐγενόμην] γενοίμην Br. — 16 ἐν τῷ Mαραθῶνι] ,,calami lapsu scripsit pro ἐν Οἰνόῃ quem bona fide repetiit alterius scholii scriptor Dind.; v. 0. Mueller. in Erschii et Gruberi Encycl. 6 p. 224 et E. Curt. de XII inscript. Att. Berol. 1843 p. 5. — 17 Φιλόχορος] fr. 158 (lV p. 411). — 19 γένηται 〈τὰ〉 παρα- δεδομένα Schneiderus Theophrast. 4 p. 747. — 20 πύθιαι δὲ καὶ δηλιάδες L, corr. Valesius Harpocrat. p. 39. — 21 ὁπότερα (ὁποτέρα pr.) L, corr. Siebelisius.)

445
εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία κατὰ τὰ προειρημένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον· καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῷ ἐν Οἰνόῃ Πυθίῳ τῆς δὲ εἰς Δῆλον ἐν τῷ ἐν Μαραθῶνι Δηλίῳ.

ὡς περὶ Μαραθῶνα οὔ τὸ Πύθιον ἵδρυται.

1048 ἢ λαμπάσιν ἀκταῖς ἕως τέλη θνητοῖσιν: τὰ περὶ Ἐλευσῖνα μέρη φησὶ καὶ εἴη λαμπάσιν ἀκταῖς ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ δᾳδουχουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴων περὶ ὧν Ἀἰσχύλος φησὶ

  • λαμπραῖσιν ἀστραπαῖσι λαμπάδων σθένει.
  • περὶ Ἐλευσῖνα· ἀπὸ τῶν αὐτόθι ἐν τοῖς μυστηρίοις
  • λαμπάδων.

    ἀκταῖς τὸν βωμόν.

    1049 οὗ πότνιαι σεμναί: αἱ Θεσμοφόροι, έλη δὲ τὰς τελετάς· καὶ Ἀἰσχύλος

  • ἔφριξʹ, ἔρως δὲ τοῦδε μυστικοῦ τέλους.
  • 1050 τιθηνοῦνται ἐπιμελοῦνται καὶ ἀξιοῦνται θεραπείας.

    1051 ὧν τῶν τετελεσμένων.

    ὧν καὶ χρυσέα κληίς. ἐπεὶ ἄρρητα τὰ μυστήρια καὶ καθάπερ κλεισὶν ἡ γλῶσσα κατείληπται ὑπὲρ τοῦ μὴ ἐξενεγκεῖν.

    1053 προσπόλων Εὐμολπιδᾶν: ζητεῖται τί δήποτε [*](6 περὶ] ἐπὶ L, correxi. — 8 μέρη| τέλη L. — 12] fr. 376 ἀστραπαῖσιν L, corr. l. λαμπάδων] καὶ δᾴδων anonymus Diar. class. Lond. (1816) p. 36. — 18] fr 377. έρως L, ἔρωτι Br. (cf. Ai. v 693 ἔφριξʼ ἔρωτι, ἐρῶσα Meinek., ἔρῶ δὲ Dind.)

    446
    οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρχουσι ξένοι ὄντες· εἴποι δʼ ἄν τις ὅτι ἀξιοῦσιν ἔνιοι πρῶτον Εὔμολπον ποιῆσαι τὸν Δηιόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυστήρια καὶ οὐ τὸν Θρᾷκα καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ τῶν ἀτάκτων· Ἀκεστόδωρος δὲ πέμπτον ἀπὸ τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα γράφει οὕτως, κατοικῆσαι δὲ τὴν Ἐλευσῖνα ἱστοροῦσι δὲ πρῶτον μὲν τοὺς αὐτόχθονας εἶτα Θρᾷκας τοὺς μετὰ Εὐμόλπου παραγενομένους πρὸς βοήθειαν εἰς τὸν κατʼ Ἐρεχθέως πόλεμον· τινές δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατʼ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ· Ἄνδρων μὲν οὖν γράφει οὐ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν ἀλλʼ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα.

    1054 ἐγρεμάχαν γράφε ὀρειοβάταν οἱονεὶ τὸν διὰ τῶν ὀρῶν βαίνοντα τῶν προειρημένων χωρίων.