Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

816 κἄνευ τοῦδε καὶ χωρὶς τοῦ λαβεῖν σε εἰς Θθήβας.

821 τήνδε τὴν Ἀντιγόνην.

822 ἰὼ ξένοι τῷ χορῷ φησι.

826 τήνδε τὴν Ἀντιγόνην· τοῖς ἀκολούθοις δὲ ἑαυτοῦ φησιν ὁ Κρέων.

829 τί δρᾷς, ξένε; πρὸς τὸν Κρέοντα· ἕλκοντα τὴν Ἀντιγόνην.

830 τῆς ἐμῆς ἀδελφῆς μου γὰρ θυγάτηρ ἐστί.

835 τί δρᾷς, ξέν᾿; πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην.

836 εἴργου φυλάττου, χωρίζου.

σοῦ μὲν οὔ οὐκ ἀπείρξομαί σου.

837 πόλει ταῖς Θήβαις.

840 ὁδοιπορεῖν ἀναχωρεῖν ἐντεῦθεν, Κρέων.

[*](Fol. 107a)

842 ἐναίρεται — σθένει: τουτέστι βίᾳ πορθεῖται.

845  πρὸς βίαν κ. ἑ. ἀπαγομένης δὴ τῆς Ἀντί- γονῆς ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος· ἐν μέρει δὲ παθητικά ἐστιν.

848 ἐκ τούτοιν ἐκ τῶν θυγατέρων αἷς ὡς σκήπτροις ἐχρῆτο καὶ βακτηρίᾳ.

858 πόλει ταῖς ήβαις.

864 μὴ γὰρ αἳθε δαίμονες κ. ἑ.μὴ ἄφωνος γενοίμην εἰς τὸ καταρᾶσθαί σε.

866 ὅμμʹ | φησὶ τὴν Ἀντιγόνην.

[*](11 ἀδελφή μου γάρ ἐστι, ς et θυγάτηρ a m. rec L. — 17 Κρέων] nam v. 840 in L choro tribuitur. — 24 Θήβαις] Ἀθήναις Lasc.)
440

875 χρόνῳ γηρῶν.

βραδὺς βαρύς.

τὸ παλαιόν φησι βαρύ.

[*](Fol. 107 b)

ταύτην δʼ ἄρα οὐκέτι νομιῶ πόλιν εἰ σὺ ἀπάξεις τοῦτον.

881 τά γ᾿ οὐ τελεῖ ταῦτα ἃ λέγει οὐ πληρώσει.

882 εἰ τελέσω Ζεὺς εἰδείη.

883 ἀνεκτέα ἀνεκτέον· οὕτω γάρ φασι σκαπτέα, φυτευτέα ἀντὶ τοῦ σκαπτέον, φυτευτέον.