Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

77 αὐτοῦ αὐτόθι.

79 σοι γε.

84 πότνιαι δεινῶπες τὸ ἐντελὲς πότνιαι, ὁ δὲ νοῦς οὕτως, ἐπειδὴ ἦλθον πρὸς ὑμᾶς μὴ ἐναντιωθῆτέ μοι καὶ τῷ χρήσαντί μοι Ἀπόλλωνι.

εὖιε ὅτε, ἐπειδή.

[*](Fol. 98a)

86 ἀγνώμονες ἐναντιογνώμονες, ἀσύγγνωστοι.

89 τερμίαν: αὑτῷ εἱμαρμένην, ἐφʼ ἦς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν.

90 ξενόστασιν γράφεται καὶ κατάστασιν.

91 ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον; εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ίερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ μεταγαγόντων αὐτὸν ἐκ Κέου τινος ἀσήμου χωρίου καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ιγ' τῶν Θηβαῖκῶν γράφων οὕτως, Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων ἐκώλυον οἱ· Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κέον ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν ἐκέλευον [*](1 αὖθις] v. 91 sqq. — 7 τὸ ἐντελὲς κ. ἑ.] lesgit πότνιʼ αἱ δεινῶπες — 9 χρήσαντί με L, corr Neuius. — 12 γρ παύλαν (deletum) τερμίαν: αὐτῷ κ. ἑ. L. — 17 Κεοῦ] ,,nomen aliunde non cognitum Dind.; Κερύ(?) l. — 18 Λυσίμαχος] Muell fr 6 (IlI p 336); Arizelus aliunde non notus — 19 ιγ΄] γʹ Muell — 25 κόμη L, corr 1.)

403
τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος ἀγνοήσαντες τὸν τόπον· καταφανοῦς δὲ γενομένου πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες τὸν ἔθεον ἐπηράώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι.

92 κέρδη μὲν οἰκήσαντα: ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν· ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι.

95 ταῦτα ἐπὶ τέλους τοῦ δράματος γίνονται.

97 οὐκ ἔσθʼ ὅπως οὐ πιστόν: οἷον κατὰ διάνοιαν, φησίν, ἐξ ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι. πτερὸν οἰωνός.

τὴν πτέρωσιν τῆς διανοίας.

98 οὐ γὰρ ἄν ποτε πρώταισιν; οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων πρώτως ὑμῖν ἀντέσχον εἰ μὴ ἐβούλεσθε.

100 νήφων ἀοίνοις: οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλʼ ὕδωρ καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν· Πολέμων δὲ ἐν τῷ πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι γράφων οὕτως, Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες [*](13 ἐπὶ τέλους] v. 1462 sqq. — 14 οὐ πιστὸν] ἄπιστον l. — 17 τῆς διανοίας 〈φησίν〉? — 19 οἱ*δοιπόρῶν accentu de- leto L. πράώτως] πράώταις Elmsl.; cf. tamen Polyb. 10, 11 τοῖς πράτως ἀναβᾶσι, Lucian. Tyran. 21. — 20 βούλησθε L, corr. Doederlinus. — 22 νηφάλιαι] Aesch Eum. v 107 νηφάλια μειλίγματα. — 28 Πολέμων] libr. IV fr. 42 (III p. 127). — 25 γὰρ 〈ἐν〉 τοῖς l.)

404
καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλιῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ οὐρανίᾳ· Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ· βʹ τῶν Ἀτθίδων Διονύσῳ τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια φησὶ καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι παρʼ ὅ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς· εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι. κἀπὶ σεμνὸν ἑζόμην: ὁ ἄνω εἶπεν τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργασμένον.

103 πέρασιν ἤδη; πέρασιν ἀντὶ τοῦ πέρας ὅ ἐστι τελευτήν· τὸ δὲ ἑξῆς, βίου πέρασιν.

104 εἰ μὴ δοκῶ τι μειόνως. εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν.

106 ἴτ᾿ , γλυκεῖαι: εὐφήμως τὰς Ἐρινύας γλυκείας φησὶν ἵνα μὴ πικραὶ αὐτῷ γένωνται.

[*](1 μὲν omitt. l. — 2 Μούσαις L, corr Prellerus Polem. fr. 73. — 3 φιλόχορος] fr. 31 (I p. 389). — 7 Κράτης] περὶ τῶν Ἀθήνῃσι θυσιῶν fr. 5 IV p. 370). ὁ Ἀθηναῖος] ὑπʼ Ἀθηναίων A. Heckerus Pergamenum intelligens (Philologus V p. 428, — 11 φησὶ incl. Br. — 14 θύην] substantivum aliunde non cogni- tum. — 15 προελθοῦσαι Lasc. —- 17 ἄνω] v. 19. — 18 τὸν] τό? — 22 δοκῶν ὑμῖν L, corr. Lasc. — 23 προσθήκην L, corr. 1.)
405

107 ἴτε, ὦ Ἀθῆναι

111 τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι.

113 σιγήσομαί τε: ἴνα μὴ πρὸς τούτους ὁ λόγος προπυνθανομένους γένηται ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ.

115 δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος.

ἐν γὰρ τῷ μαθεῖν: ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ τὸν φόβον φησίν.

117 ὅρα, τίς ἄρʼ ἦν;: ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσκαθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι, τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει;