Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

119 ἐκτόπιος συθεὶς ἀπὸ ξένου τόπου ὁρμήσας.

συθεὶς ὁρμήσας.

120 ὁ πάντων ἀκορέστατος: παρʼ ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως οἷον ὁ μηδενὶ τῶν ἄλλων τόπων ἀρκεσθεὶς ἀλλʼ ἐπὶ τοῦτον ἥκων ἀπληρώτως· ὅτι τοσούτου τόπου παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν.

123 πλανάτας ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι τοὺς ξένους.

124 οὐδʼ ἐγχώριος: πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν εἰ ἥδει.

126 ἀστιβὲς ἄβατον.

127 ἀμαιμακετᾶν ἀκαταμαχήτων ἢ ἀπροσπελάστων.

[*](5 παραγινομένῳ] v. 551 sqq. — 9 σκέψις] τῶν πραττο- μένων addit Br. φησὶν] νῦν addit Suid. v. εὐλάβεια. — 12 φησι] φασι Lasc. — 21 ad οὐδʼ ἐγχώριος v. 124 adscriptum in I, corr. Lasc. οὕτω] οὐ L, corr. Elmsl.)
406

129 καὶ παραμειβόμεσθʼ ἀδέρκτως: οὐ προσβλέποντες ἀλλʼ ἢ καταμύοντες ἢ κύπτοντες.

[*](Fol. 98 b)

131 ἀφώνως, ἀλόγως: παριόντες, φησί, ταύτας τὰς θεὰς ἀλλʼ οὐδενὸς λόγου ποιούμεθα ἀλλὰ σιωπῇ ἔχομεν, ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ διάνοιαν εὐφημότερον διαλεγόμεθα ὁποῖοι γινόμεθα ὅταν δὲ μάλιστα ἔν τινι φρικωδεστέρῳ γενώμεθα φόβῳ· ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ κατασκευῆς.

τὸ τᾶς εὐφήμου στόμα: τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος

  • καὶ Σοφοκλῆς
  • πολέμου στόμα
  • χαλκοστόμου κώδωνος·
  • ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες, εὐφημοῦντες, φησί, καὶ καθʼ ἑαυτοὺς συλλογιζόμενοι εὕρημα· οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιωπηλῆς· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται.

    132 εὐφήμου σιωπηλῆς.

    133 τὰ δὲ νῦν τινʼ ὑπερβατόν, τινὰ δὲ τὰ νῦν.

    134 οὐδὲν ἅζονθʹ οὐδὲν σέβοντα, ἀσεβῆ· γράφε οὐδὲν λιάζοντα ἀντὶ τοῦ οὐκ - ἐκτρεπόμενον ἃ προσήκει.

    135 ὃν ἐγὼ λεύσσων: τὸ ἑξῆς, ὃν ἐγὼ λεύσσων περὶ πᾶν τέμενος οὔπω δύναμαι γνῶναι ποῦ μοί ποτε ναίει.

    137 ναίει διατρίβει.

    [*](4 ἀλλʼ incl. Lasc., διʼ Neuius. — 6 δὲ incl. Lasc. — 7 γενόμεθα φόβω ἄκρω L, γινάώμεθα l, corr. Lasc. — 11 Il. κ 8. — 13 Ai v 17. — 14 φωνὴν] φ ex ευ L. — 28 λεύσων — λεύσσω L, corr. Lasc. — 24 ποῦ] ὅπου l.)
    407

    139 τὸ φατιζόμενον τὸ λεγόμενον παρʼ ὑμῶν.

    140 οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν.

    141 δεινὸς ἀντὶ τοῦ ἀσεβής.

    142 ἄνομον λείπει τὸ ὡς, ὡς ἄνομον.

    144 οὐ πάνυ μοίρας: οὐκ ἀγαθῆς. μοίρας ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατʼ εὐδαιμονίαν μοίρας τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχάτης.

    οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι.

    145 δηλῶ: τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν.

    148 κἀπὶ σμικροῖς μέγας ὥρμουν: καὶ ἐπὶ εὐτελέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα ἱκέτευον εἰ μὴ ἥμην δυστυχής. τοῦτο δέ φησι παρʼ ὅσον μέγας ὤν κατὰ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς ὁδηγεῖται.