Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

36 πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐράώτα.

37 οὐχ ἁγνόν: οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν.

38 τοῦ τίνος;

39 ἄθικτος οὐδʼ οἰκητός: Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν ἀγάλματα δύο, Πολέμων δὲ τρεῖς αὐτάς φησιν.

42 τὰς πάνθʼ ὁρώσας Εὐμενίδας: Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας

  • ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη
  • Μοῖραί τʼ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι,
  • Ἴστρος δὲ ἐν τῇ δ' μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέκτῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρʼ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν μέλαιναν ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων.

    [*](8 Φύλαρχος] Muell. fragm. 76 (I p. 356) — 9 Ἀθήνῃσιν] sic L; v. Elmsl. ad Eurip. Med. v. 466. Πολέμων] ἀντιγραφῶν τῶν πρὸς Τίμαιον libr. IV fr. 42 (III p. 127) — 11 Ἐπιμε- νίδης] Kinkel. Theog. fragm. 9. — 14 μοῖραι δʼ L, corr. Lasc. ἀδάματοι vel ἀκάματοι Meinek. αἰολόμορφοι Reisigius, αἰολό- δειροι Heynius, νηλεόδωροι (i. e. νηλεόποινοι) Mein. — 15 Ἴστρος] Ἀττικῶν libr. IV fr. 5 (Muell. I p. 419). Eὐωνύμην] Δὐνομίην vel Εὐρυνόμην Duentzerus; cf. etiam Schoemann. Aesch. Eum. p. 60. — 17 αὐτὰς] αὖ L), αὐτὰς Suid v Εὐμε- νίδες. — 20 καρυνία L, corr. 0. Muellerus. Φιλήμων] Mein. fr. CXXXI (IV p. 66.)
    400

    43 χ.

    νιν ἀντὶ αὐτὰς διὸ τὸ χ.

    ἄλλα δʼ ἀλλαχοῦ καλά: παρʼ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρʼ ἄλλοις καλὰ νομίζονται, παρʼ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας.

    [*](Fol. 97b)

    44 ἀλλʼ ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν.

    46 τί δʼ ἐστὶ τοῦτο; ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; ξυμφορᾶς ξύνθημα. σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν.

    48 πρὶν γ᾿  ἂν ἐνδείξω τί δρῶ ἕωςʼ οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν.

    50 προστρέπω ἱκετεύω.

    55 ὁ πυρφόρος θεὸς ὁ φαιστος.

    56 Τιτὰν Προμηθεύς: περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολλόδωρος γράφει οὕτω τῇ περὶ --- συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημείᾳ τῇ Ἀθηνᾷ καθάπερ ὁ Ἥφαιστος· καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τέλει τῆς θεοῦ· δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον ἐν ἧ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ, ὡς καὶ Λυσιμαχίδης φησίν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος ἐν δεξιᾷ σκῆπτρον ἔχων ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.

    [*](18 Ἀπολλόδωρος] Muell. fr. 32 (I p. 434). θεῶν supplet et libri numerum et nomen operis excidisse coniicit Muellerus. — 19 ἀκαδημίρ L, corr. l. — 20 αὐτοῦ] αὐτῷ l. — 21 τέλει] τεμένει Br. δείκνυται 〈δὲ〉 καὶ Elmsl. - 23 Λυσιμαχίδης] fragmentum omisit Muellerus III p. 336.)
    401

    57 χαλκόπους ὀδός: ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὁδοῦ· φησὶ δὲ Ἀπολλόδωρος διʼ αὐτοῦ καταβάσιον εἶναι εἰς Ἄιδου· καὶ Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὁδοῦ καὶ Ἀστυδάμας· καί τις τῶν χρησμοποιῶν φησι

  • Βοιωτοὶ δʼ ἵπποιο ποτιστείχουσι Κολωνὸν
  • ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός.
  • τὸ ἑξῆς, ὃν δʼ ἐπιστείβεις τόπον χθονὸς τῆσδε καλεῖται χαλκόπους ὀδός· οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ εἶναι μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ.

    61 τὸ τοῦδε κοινόν: τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες ὠνομασμένοι Κολωνιᾶται δηλονότι.

    63 τῇ ξυνουσίᾳ πλέον. τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λόγοις.

    65 ἐπώνυμοι Κολωνιᾶται καλούμενοι.

    66 ἢ πὶ τῷ πλήθει λόγος;: ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχὺς τουτέστι δημοκρατοῦνται.

    71 ἢ καταρτύσων μόλοι; παρασκευάσων, εὐτρεπίσων· Ὅμηρος

  • ἠρτύναντο δʼ ἐρετμὰ
  • καὶ
  • Κλυταιμήστρη δόλον ἤρτυε·
  • τὸ δὲ ἑξῆς, ὡς πρὸς τί λέξων αὐτῷ μόλοι τις ἢ πρὸς τί εὐτρεπίσων αὐτὸν μολεῖν;

    [*](1, 2, 4 et 9 ὁδὸς (ut in textu), corr. Br. — 2 Ἀπολλόδωρος ] fr. 33 (p. 434). — 3 καταβάσιον] κατάβασιν Lasc. — 4 Ἴστρος] Ἀττικῶν fr. 30 (I p. 422). Ἀστυδάμας] Nauckii fr. 9 p. 605. — 6 ἵπποισι Reisigius, ἱππῆα coll. v. 59 Heynius; ζῆ in marg. L. — 12 Κολωνῖται Dind. — 13 καὶ τῇ πείρᾳ πλέον] τῇ πείρᾳ πλέον καὶ L, corr. Lasc. — 17 δημοκρατοῦντες L, corr. Lasc. — 20 Od δ 782. — 22 0d. λ 439. Kλυταιμήστρα L. — 23 πρὸς τί λέξων] τί προσλέξων L, corr. Sanderus. Schol in vet Papageorgius 26.)
    402

    72 ὡς ἂν προσαρκῶν: τὰ αὐτὰ αὖθις ἐρεῖ ὅτι ἐπʼ ὠφελείᾳ τοῦτο γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμψάντων.

    76 πλὴν τοῦ δαίμονος πλὴν τῆς τύχης.