Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

12 μανθάνειν γὰρ ἥκομεν: εἰς γὰρ τοῦτο, φησίν, ἐληλύθαμεν ἅτε δὴ ξένοι ὄντες παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν.

[*](8 διδάσκουσιν] διδάσκειν l, διδάσκει Lasc — 15 fragm. 650. βεβήλοις L, corr. Tricl. — 17 Herm. Orphic. fr. I v. 1 p 497. — 20 ἐν Συνδείπνῳ] fr. 148.)
397

13 τελεῖν πο(ιεῖν).

14 πάτερ ταλαίπωρε: οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον ἀποκαλεῖ ἀλλὰ τοῦ πάθους παριστᾶσα τὸ μέγεθος· πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ πενθεῖν φασι· καὶ Ἀντίμαχος

  • πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος
  • θέντο·
  • παρὰ τοῦτο οὖν ταλαίπωρος ἐτυμολογεῖται.

    15 ὡς ἀπʼ ὀμμάτων πρόσω. γράφε ὡς ἀνομμάτῳ ὅ ἐστιν ὡς τυφλῷ σημῆναι πρόσω εἰσίν· ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο· ὡς ἄν τις τὰ ὄμματα πόρρω ἔχων.

    ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι.

    ὡς λίαν.

    16 βρύων πλήθων.

    17 πυκνόπτεροι δʼ | εἴσω: οἷον κατὰ τὸν χῶρον· ἐκράτησε δὲ μεγάλως τῇ φράσει ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί.

    18 κατʼ αὐτὸν κατὰ τὸν χῶρον.

    εὐστομοῦσιν: εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν.

    19 πέτρου ἐπὶ τοῦ λιθίνου βάθρου· γράφε πάγου.

    [*](2 ἐνπαροινεῖν L, corr. Lasc. — 4 πωρεῖν] ση in margine L. — 5 φασι] φησι L, corr. Lasc. Ἀντίμαχος] Καλλίμαχος Tricl. — 6 apud Suidam v. ταλαίπωρος duo versus memorantur, πῶρον τίνʼ ἀλόχοισι — ἕκαστος ἔθεντο et πωρητὸν ἀλόχοισι — ἕκαστος, schol. Eurip. Orest. v. 392 legitur πώρη (vel πώρητυ vel πώρη τοι), schol. Aristoph. Plut. v. 33 πῶρός τοι; πωρητὺν restituit. Sopingius coll. Hesych. πωρητύς: ταλαιπωρία, πένθος. — 7 θέντο, alterius versus initium, ex Suida add. Dind. — 18 οἱ κωμικοὶ] Meinek. fab. incert. fr. lI (II p. 1176) ═ Dind. Aristoph. fr. 231a; cf. schol. Ai. v. 1199.)
    398

    20 προὐστάλης ὁδόν: προῆλθες μακροτέραν ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι.

    22 χρόνου μὲν οὕνεκα: ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε ὁδηγοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. εἰς τὸ αὐτό: τοῦ μὲν χρόνου οὗ σύνειμί σοι χάριν οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε προμηθείας τυχεῖν.

    24 τὰς γοῦν Ἀθήνας οἶδα: ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος ὁ δῆμος ἀγνοῶ.

    25 τί ηὔδα; ὅτι αὐταί εἰσιν αἰ Ἀθῆναι· ἐμπόρων δὲ ἀντὶ τοῦ ὁδοιπόρων διὸ τὸ χ.

    26 ἐν ἐρωτήσει ὁ λόγος, βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος;

    ἧ ἆρα.

    27 ἐξοικήσιμος ἀντὶ τοῦ ἐνοικήσιμος.

    28 οἴομαι δὲ δεῖν | οὐδέν: οὐ δεῖν τοῦ μὴ ἐλθοῦσαν ἐρωτῆσαί με· ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παῤ οὗ εἰσόμεθα· οἷον οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου· καλῶς δὲ τὰ τῆς οἰκονομίας ἵνα μὴ μόνος ὁ Οἰδίπους ἀπολειφθῇ.

    30 ἦ δεῦρο κατʼ ἐρώτησιν.

    31 χὤτι σοι λέγειν; καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ.

    33 ὑπέρ τ᾿  ἐμοῦ τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης.

    34 οὕνεχ᾿  ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν.

    35 προσήκεις ἦλθες.

    [*](1 μακροτάτην L, corr. Lasc. — 6 χρεῖα L, corr. Lasc. — 16 μὴ delevit Elmsl.; προελθοῦσαν Lasc., μετελθοῦσαν Langius. — 25 οὕνεκ’ (ut in textu) L, corr. Lasc.)
    399

    τῶν ἀντὶ τούτων.

    δηλοῦμεν λέξομεν.