Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

311 ἡ σμήνη πρόσεισι τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον.

312 ἡμῶν ἀντὶ τοῦ πρὸς ἡμᾶς.

Αἰτναίας τῆς Σικελικῆς· λέγει δὲ ἀντὶ ὑῆς μεγάλης.

313 ἡλιοστερής: σκιαστική· πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν· τὸ ἐξῆς δέ, κρατὶ ἡλιοστερὴς κυνῆ.

314 κυνῆ πρόσωπα Θεσσαλίς: καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος

  • ἀμφὶ δέ οἱ κεφαλῇ νέον Αίμονίηθεν
  • μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο
  • ἴδεος ἐνδίοιο.
  • [*](4 cf. schol. v. 887. — 16 χρήσιμος] addidit Suid. v. φίλος — 27 fr. 124 εἴδεος ἀμφιδέοι (ἀμφὶ δέ οἱ Lasc.) — πίλημα)
    417

    κυνῆ περικεφαλαία.

    316 ἇρά ἐστιν ἡ Ἰσμήνη; ἇρα οὐκ ἔστιν;

    319 τὸ ἑξῆς, φαιδρὰ προστείχουσα· φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς.

    320 σημαίνει] εἰς γνῶσίν με ἐφέλκεται.

    323 ἐκ τῆς φωνῆς ἔξεστι μαθεἴν.

    326 τὸ ἑξῆς, εὑροῦσα δεύτερον.

    329 δουῖν σοῦ καὶ Ἀντιγόνης.

    330 τροφαὶ ἡμῶν δῆλον ὅτι.

    331 ἐμοῦ τρίης] οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περιλαμβάνουσιν· ἰδιαξόντως δὲ εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα πρὸς τὸ δυσάθλιαι ὑπήντηκεν.

    332 σῇ, πάτερ, προμηθίᾳ ἀντὶ τοῦ διὰ τὴν σὴν πρόνοιαν.

    335 ποῖ νεανίαι πονεῖν; ποῦ τοῦ πονεῖν εἰσιν;

    336 δεινὰ δ᾿ ἐν κείνοις τὰ νῦν νῦν δὲ τὰ ἐν ἐκείνοις δεινά ἐστιν.

    337 ὦ πάντ᾿ ἐκείνω: διαβάλλει τοὺς Αἰγυπτίους [*](Fol. 101a) ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας· Νυμφόωρος δὲ ἐν τῷ ιγ΄ τῶν Βαρβαρικῶν γράφει οὕτως, ἔθεσι δὲ τὰ μὲν ἐναντίοις τὰ δὲ ὁμοίοις χρῶνται τοῖς Ἕλλησι· τὸ γὰρ ἐξίστασθαι τοῖς πρεσβυτέροις [*](πέτρου (πέτρα l) ἄλκαρ ἔκετο L, ex Suid. v. πίλημα περί- τροχον; περιφερὲς σκέπασμα restituit et εἶδεος in initio v. Tertii posuit Toupius emend. Suid. II p. 77; ἴδεος correxit et ἐνδίοιο ex Hesychio v. εἰδεος ἐνδίοιο: (cod, ἐνδήοιο, corr. Mu- surus) καύματος μεσημβρινοῦ addidit Naeckius; ὕδεος Neuius. — 3 προστείχονσα etiam in textu L. — 13 δυςάθλιαι] δυσ- αθλία L, corr Triel. ἀπήντηκεν Sehneidewinus Iahn. Annal. Vol. 67 p. 507.—21 Νυμφοδωρος] fr. 21 (Muell. lI p. 380). ἐν τῷ γ΄ τῶν 〈νομίμων〉Βαρβαρικῶν Muellerus; cum narrat. Cf. Herodot. II, 35 sqq. — 22 ὁμοίως L, corr. Lasc.)

    418
    τοὺς νεωτέρους ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι τῶν δʼ ἄλλων οὐδέν· ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν ἐκεῖ δὲ αἱ μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσι καὶ καπηλεύουσιν οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν· ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλόμενος ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας ὅπως μὴ συστραφέντες ἐπʼ ἰσομοιρίαν ὁρμήσωσι τὰ μὲν ἐκείνων ἔργα ταῖς γυναιξὶ τὰ δὲ τῶν γυναικῶν ἐκείνοις προσέταξεν ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες ἁσμένως ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέντες ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέρειν τὰ φορτία τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν, ἔπειτα δὲ τοὺς μὲν καθημένους τὰς δὲ ὀρθῶς ἑστώσας οὐρεῖν καὶ τοὺς μὲν δύο ἱμάτια περιέβαλεν τὰς δὲ ἓν ὑπολαμβάνων ἄμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν ἐκθηλύνειν ὃ καὶ Λύδοῖς ὕστερον συμπεσεῖν φαδιν.

    340 αἰ δὲ σύννομοι αἱ ἀδελφαὶ ἢ αἱ γυναῖκες.

    349 νηλίπους ἀνυπόδητος.

    354 μαντεῖʼ ἄγουσα: ποῖα μαντεῖα; ὅτι ὅπου δʼ ἂν ταφήσεται σωτήριος ἔσται τῇ γῇ ἐκείνῃ.

    [*](1 καὶ ἡμῖν] ἡμῖν καὶ L, corr. Lasc. — 7 ἐκθηλῦναι] ἑλ- κυσθῆναι L, corr. Tricl. — 12 ἀσμένως del. Tricl. — 16 ἀναγ- κάσαι L, corr. 1. — 17 ὀρθῶς]  ὀρθὰς Lasc.; sed cf. Thucyd. 5 100, 1 Class. — 20 αὐτῶν] αὐτοῖς 1. — 24 δʼ ἂν] ,,de δὲ relativis cum ἂν coniunctis addito — dictum in Thesauro vol. 2 p. 929 Dind. — 25 ταφήσεται] ταφῇ Tricl.)
    419

    362 τὸ ἑξῆς, ζητοῦσα τὴν σὴν τροφὴν ἀντὶ τοῦ τὴν δίαιταν.