Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

363 τὸ ἑξῆς, δὶς γὰρ οὐ βούλομαι ἀλγεῖν.

367 πρὶν μὲν γὰρ αὐτοῖς: πρῴην ἧσαν σκοπήσαντες τῷ Κρέοντι παραχωρῆσαι τὴν σὴν βασιλείαν.

τε ὁ τε πλεονάξει.

369 σκοποῦσι μετοχή ἐστιν, οὐ ῥῆμα.

371 ἀλιτηροῦ ἁμαρτωλοῦ, μιαρᾶς.

373 λαβέσθαι ἀντιλαβέσθαι.

375 χ.

τὸ χ παράκειται ὅτι πρεσβύτερόν φησι τὸν Πολυνείκη.

378 πολλαχοῦ τὸ Ἄργος κοῖλόν φασι καθάπερ καὶ ἐν Θαμύρᾳ

  • τὸ κοῖλον Ἄργος οὐ κατοικήσαντ᾿ ἔτι
  • καὶ ἐν Ἐπιγόνοις
  • ἐκ μὲν Ἐριχθοίου ποτιμάστιον ἔσχεθε κοῦρον
  • Αὐτόλυκον, πολέων κτεάνων σίνιν Ἄργεἱ κοίλῳ·
  • Ὅμηρος
  • οἱ δ᾿ ἷξον κοίλην Λακεδαίμονα.
  • 380 ὡς αὐτίκ᾿ Ἄργος: ὡς αὐτίκα καὶ τὸ Ἄργος [*](Fol. 101) πρὸς οὐρανὸν βιβῶν καὶ τὸ Καδμείων πέδον τιμωρίᾳ ὑποτάξων· τὸ γὰρ τιμὴ ἔσθ᾿ ὅτε πρόστιμον δηλοῖ· Ὅμηρος

  • εἰ δ᾿ ἂν ἐμοὶ τιμὴν Πρίαμος·
  • [*](11 Εuripides Phoen. v. 71 contrarium prodidit. — 13 φησι Lasc. — 14 Θαμύρᾳ] ἐπιγόνοις L, corr. Kirchhoffius. — 15 fr. 222. κατοικήσαντα L, corr. 1. —16 ἐπιγόνοις] Θαμυρίᾳ (Θαμύρᾳ Lasc.) L, corr Kirchhoffius; „epigonos concedes dici cyclicum carmen“ Nauckius; fragm. Omisit Kinkelius. — 18 σῖνιν L. — 20 Od. δ 1 — 22 βιβῶν] βιῶν L, corr. Lasc. — 25 Il. Γ 288.)
    420
    ἑκάτερον δὲ ἢ ἀντὶ τοῦ καὶ ἐστί· τὸ δὲ ἑξῆς οὕτως, ὡς αὐτίκα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων ἢ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν τουτέστιν ἢ τὸ Ἄργος ὑψώσων τῇ εὐκλείᾳ, ὡς πορθησόντων Ἀργείων τὰς Θήβας καὶ κατὰ τοῦτο ἐνδόξων γενησομένων· ὑπερβατὸν οὖν ἐστι καὶ τὸ ἐξῆς οὕτως, ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἀργὸς οἴσων ἤ ἐπὶ μέγα αὔξημα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων· ἄλλως γὰρ ἀκούειν τραχύτερον.

    382 ταῦτʼ οὐκ ἀριθμὸς οὐ μέχρι λόγων προκόπτοωτα.

    386 ὤρον φροντίδα.

    388 ποίοισι τούτοις;. οἱ ὑπομνηματισάμενοι γράφουσιν οὕτω, χρησμὸς τοιοῦτος γέγονεν ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται τοῦτον κρατεῖν καὶ χωρὶς καὶ κατὰ κοινὸν τοῖς Θηβαίοις ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν αἴτιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας· ἐβουλόμην δὲ αὐτοὺς μαρτυρίῳ χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ.

    390 εὐνοίας χάριν; ἐν τοῖς ἀναγκαιοτέροις τῶν ἀντιγράφων γράφεται εὐσοίας χάριν ὁ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν· εὔσοιαν δέ φασι τὴν εὐθένειαν καθάπερ καὶ ἐν Ἀμφιτρύωνι

  • ἐπεὶ δὲ βλάστοι τῶν τριῶν μίαν λαβεῖν
  • εὔσοιαν ἀρκεῖ.
  • ἴνα εὐνοῇς αὐτοῖς.

    392 κράτη δύναμιν.

    [*](3 βιβῶν] βιῶν L, corr. Lasc. — 4 πορθησάντων L, corr. Lasc. — 5 γινομένων L, corr. Lasc. — 7 ἢ inclusi. — 15 καὶ add. Elmsl. — 22 εὐσθένειαν Suid. v. εὔσοια. — 24] fr. 119. ἐπὶ δὲ βλαστοὶ (βλάστοι 1) L, corr. Lasc.)
    421

    395 γέροντα δ᾿ ὀρθοῦν: τὸν ὅπαξ ἐν νεότητι πεςόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον.

    φλαῦρον χαλεπόν.

    399 στήσωσι κατοικίσωσι.

    ὅπως | πρατῶσι μὲν σοῦ] ἀντὶ ὅπως σχῶσί σε.

    401 κειμένου ἐντὶ οἰκοῦτος.

    402 κείνοις ὁ τύμβος: ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρὺς ἀντὶ τοῦ ἐπὶ ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι.

    403 κἄνευ θεοῦ: οἷον πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὢν θείμεως χωρίς; πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν ἐστι τὸ λεγόμενον.

    404 προσθέσθαι ἀντὶ τοῦ κατοικίσαι.

    405 χώρας τῆς Θήβης.

    μηδ᾿ ἵν᾿ ἂν σαυτοῦ: μηδὲ ἐᾶν σε ὅπου ἂν σαυτοῦ ἐξουσιάσῃς. λείπει τὸ ἐᾶν ῥῆμα· ἢ ἀπὸ κοινοῦ τὸ προσθέσθαι.