Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

293 λόγοισι γὰρ| οὐκ ὠνόμασται: ὅσα εῖρηταί σοι ἐνθυμήματα περὶ τῆς σωτηρίας τῶν Ἀθηνῶν· ἀρκεῖ [*](7 διαφυγειῖν] εῖ ex ὴ. Ανος L. — 9 Il. Λ 832. — 18 ἐρεῖ] v. 607 sqq. — 20 τὸν addid; cf. school. v. 457. ἀθηναίους L, corr. l. — 21 λόγιον] cf. school. v. 1156. — 22 Θηβαίων] θων i, e. θεῶν L, corr. Elmsl.)

416
δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου περὶ τούτων δκοπεῖν.

294 βραχέσι εὐτελέσι.

297 εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι τίς ὁ κωλύσων ἔσται.

301 τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ.

[*](Fol. 100 b)

304 εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι· ὁ γὰρ ἀπεληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ ὡμολόγησεν· διὰ μέσου δὲ τὸ θάρσει.

305 διὰ τὰς πράξεις οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρακται.

307 λείπει.

λείπει ἡ περί, περὶ σοῦ κλύων.

309 ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν χρήσιμος.

φίλος ἀντὶ τοῦ χρήσιμος.

311 ἡ σμήνη πρόσεισι τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον.

312 ἡμῶν ἀντὶ τοῦ πρὸς ἡμᾶς.

Αἰτναίας τῆς Σικελικῆς· λέγει δὲ ἀντὶ ὑῆς μεγάλης.

313 ἡλιοστερής: σκιαστική· πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν· τὸ ἐξῆς δέ, κρατὶ ἡλιοστερὴς κυνῆ.

314 κυνῆ πρόσωπα Θεσσαλίς: καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος

  • ἀμφὶ δέ οἱ κεφαλῇ νέον Αίμονίηθεν
  • μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο
  • ἴδεος ἐνδίοιο.
  • [*](4 cf. schol. v. 887. — 16 χρήσιμος] addidit Suid. v. φίλος — 27 fr. 124 εἴδεος ἀμφιδέοι (ἀμφὶ δέ οἱ Lasc.) — πίλημα)
    417

    κυνῆ περικεφαλαία.

    316 ἇρά ἐστιν ἡ Ἰσμήνη; ἇρα οὐκ ἔστιν;

    319 τὸ ἑξῆς, φαιδρὰ προστείχουσα· φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς.

    320 σημαίνει] εἰς γνῶσίν με ἐφέλκεται.

    323 ἐκ τῆς φωνῆς ἔξεστι μαθεἴν.

    326 τὸ ἑξῆς, εὑροῦσα δεύτερον.

    329 δουῖν σοῦ καὶ Ἀντιγόνης.

    330 τροφαὶ ἡμῶν δῆλον ὅτι.

    331 ἐμοῦ τρίης] οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περιλαμβάνουσιν· ἰδιαξόντως δὲ εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα πρὸς τὸ δυσάθλιαι ὑπήντηκεν.