Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

256 οὐ σθένοιμεν ἂν φωνεῖν: ἀλλʼ ἐμμένομεν τοῖς λεχθεῖσιν, λέγομεν δὲ τὸ ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ καὶ μὴ μολύνειν αὐτό.

258 τί δῆτα δόξης. ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης ὅτι ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος· καὶ ὁ Κυρηναῖος

  • οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων
  • ἐν τῷ τέλει τοῦ βʹ τῶν Αἰτίων.

    [*](Fol. 100a)

    260 ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται.

    263 κἄμοιγε ποῦ ταῦτʼ ἐστίν: καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθηνῶν;

    264 ἐκ τῶνδε ἀφʼ ὧν αὐτὸν ἐξανέστησαν.

    λαύνετε παρʼ ὑμῶν δῆλον ὅτι τῶν Ἀθηναίων.

    266 ἀπὸ κοινοῦ τὸ δείσαντες.

    267 πεπονθότʼ ἐστὶ μᾶλλον; μᾶλλον ἔπαθον ἥπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώμης ἄξιός εἰμι.

    τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα.

    268 μητρὸς ἔργα δῆλον ὅτι.

    269 τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα: οἶδα ὅτι μᾶλλον ἠδικήθην ἥπερ ἠδίκησα.

    271 ὥστʼ εἰ φρονῶν ἔπρασσον: ἄκων μέν, φησίν, ἔδρων εἰ δὲ καὶ ἑκὼν προπαθὼν ἠμυνάμην, δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη· ἅστε δύο μοι, φησί, βοηθεῖ, ἢ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι.

    273 ἱκόμην ἴνʼ ἱκόμην τὴν τοῦ πατρῴου φόνου λέγει ὁδόν.

    [*](1 βροτὸν ]. — 5 καὶ addidi. — 9 Callimachi fr. 21. — 10 αἰτίῶν L, corr. Bentleius. — 12 γέ που (ut in textu) L.)
    415

    277 καὶ μὴ θεοὺς τιμῶντες: ἐπεὶ κατὰ κυθόχρηστον ἐληλυθέναι φησὶ καὶ γνώμῃ θεοῦ· μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε.

    278 ξήτει.

    280 φυγὴν ἔχφευξιν.

    281 μήπω γενέσθαι φωτός: ὅ βούλεται λέγειν μηδένα διαφυγεῖν ποτε φῶτα ἀνόσιον ἀνθρώποις· ἀνοςίου ἐν ἀνθρώποις ὡς τὸ

  • δικαιότατος κενταύρων·
  • φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν.

    282 ξὺν οἶς σὺ μὴ κάλυπτε: ἀντὶ τοῦ μὴ κερικαλύψῃς θεοὺς καὶ Ἀθήνας οἷον ἀνόσια πράττων μὴ ἀφάνιξε τὰς Ἀθήνας. ξὺν οἷς σὺν τοῖς θεοῖς.

    284 ἐχέγγυον ἀσφαλῆ.

    285 ῥύου σῷξε.

    287 ἱερὸς καθαρός. καὶ φέρων | ὄνησιν ἀστοῖς: ἐρεῖ γὰρ ὠς ἔσται ποτὲ αὐτοῖς ἔχθρα πρὸς Θηβαίους ἐν ᾗ κρατήσουσιν αὐτῶν διὰ τὸ τὸν τάφον αὐτοῦ παρ᾿ Ἀθηναίοις τυγχάνειν· ἧν γάρ τι λόγιον ἐν ᾗ ἂν ταφῇ χώρᾳ ἐκείνην μηδὲν κακὸν πείσεθαι ὑπὸ Θηβαίων.

    292 εἶπεν γὰρ σῴξειν τὰς Ἀθήνας.