Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

170 λογισώμεθα τί ποιήσομεν.

171 ἀστοῖς ἴσα χρὴ μελετᾶν: ἃ ἐκεῖνοι ἀσκοῦσι τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν.

172 εἴκοντας πρὸς τὸ χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει.

174 σοὶ | πιστεύσας. κατά τινα συνήθειαν ποιητικὴν [*](Fol. 99 a) πληθυντικὸν προειπὼν ἑνικὸν ἐπέζευξεν.

181 ἀίεις οἷον αἰσθάνῃ ποῦ ἐσμεν.

182 ἕσπεο μʼ ἂν ἕπεο μοι.

184 τόλμα ξεῖνος ἐπὶ ξείνης. ξένος ἄν ἐπὶ ξένης τόλμα, τλᾶμον, ταῦτα φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν ἃ καὶ ἡ πόλις μισεῖ.

186 τέτροφεν ἔχει.

189 ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες ὅπου ἂν εὐσεβῶς πατοῦντες.

ἀντὶ τοῦ βατῶν τόπων.

191 καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα.

192 ἀντιπέτρου: τοῦ ἰσοπέτρου βήματος δὲ, τοῦ κατʼ ἴσον βεβηκότος τῷ πέτρῳ ὅπερ ἄνω εἶπε χαλκοῦν οὐδόν· τοῦτον δὲ τὸν πέτρον ὑποτίθεται τοῦ ἀβάτου [*](12 Eur Med. v. 222. μὲν] μὴ L. — 17 τόλμα] τολμᾶ I. — 18 τόλμα] τολμᾶν L, corr. Lasc. — 25 δὲ om. Suid v. ἀντι- πέτρου. — 26 ἄνω] v. 57 χαλκόπους ὀδός. χαλκοῦν] χαλκὸν, ὸ ex οῦ L, corr. Elmsl.)

410
ὅριον. καὶ ἄλλως. βήματος τοῦ οὐδοῦ, ἀντιπέτρου δὲ ὅτι ἀντὶ πέτρας χαλκοῦν ἦν.

ἰσοπέτρου, χαλκοῦ.

193 κλίνῃς γράφε κινήσῃς.

195 ἡσθῶ ἀντὶ τοῦ καθεσθῶ. ἀπὸ τοῦ ἑσθῶ τέταται.

γράφεται ἡ στῶ ὅ καὶ βέλτιον.

ἐπʼ ἄκρου λαοῦ: ἀπὸ τῆς λάος ἐστὶ παροξυνομένης εὐθείας γενομένης ἀπὸ γενικῆς τῆς λᾶος· Ὅμηρὸς

  • λᾶος ὑπὸ ῥιπῆς·
  • οὕτως Ἡρωδιανὸς ἐν τῷ εʹ τῆς καθόλου.

    197 ἐμὸν τέδ᾿ τὸ ὁδηγῆσαί σε.

    ἐμὸν τόδ᾿, ἐν ἡσυχίᾳ: ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρμόσαι σου ἐφʼ ἡσυχίας τὴν βάσιν τῇ καθέδρᾳ.

    200 γεραιὸν ἐς χέρα. τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα σὸν προκλίνας ἐς χέρα φιλίαν ἐμήν· τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται ἀντὶ τοῦ κλίνας ἕσο· σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη.

    203 ὅτε νῦν χαλᾷς: ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντιτείνεις τὸ ἐξελθεῖν, λέγει δὲ ἐκ τοῦ ἱεροῦ.

    χαλᾷς ἀντὶ θαυμάζῃ.

    204 τίς σ᾿  ἔφυ γράφε τίς ἔφυς.

    205 τίς ἂν πολύπονος. τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς πόλεως; ἢ οὕτω, τίς ὢν διὰ πολλῶν πόνων ἄγῃ;

    [*](5 εσθω L. — 6 τέταται] ,,hoc verbo usus esse videtur ut ἡσθῶ sive sic sive cum apostropho ἦ (vel ἢ) σθῶ scriptum explicaret Dind. — 7 γρ ἡστῶ L, corr. Br. — 9 Ὅμηρος add. Br. — 10 Il. μ 462. λᾶος add. Suid. v. λᾶας. — 11 Ηρω- διανὸς] I p. 109, 6 sqq. ubi βαρυνομένης (pro παροξυνομένης) Lentzius. — 13 τὸ] τοῦ L, corr. Br. — 17 ἤρτηται] εἴρηται l. ἕσο] ἔσω L, corr. Br. — 20 τὸ] τῷ Herm. — 21 non expedio; καθέζῃ vel ἅξῃ Dind, σχολάζεις Bekkerus. — 23 ἀπὸ τῆς σῆς πόλεως] i. e. ἀπόπτολις v. 208.)
    411

    γράφε τίς ὁ πολύπονος.

    208 ἀπόπτολις ἔρημος καὶ ἄπολίς εἰμι.

    ἀλλὰ μὴ: τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς· ἐμπαθὲς δὲ τὸ χωρίον τῶν μὲν σπευδόντων μαθεῖν τοῦ δὲ κατοκνοῦντος λέγειν, οἱ δὲ διὰ βραχέων ἀκούοντες τἆλλα συλλαμβάνουσιν· οὐδὲν δὲ θαυμαστὸν ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα μάλιστα οὕτως ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα.

    212 δεινὰ φύσις ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ ἀθλία.