Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

218 κατακρυφὰν ἀποφυγὴν τοῦ μὴ εἰπεῖν.

220 Λαΐου ἴστε τινʼ ἀπόγονον: εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν Ἀθηναίων Οἰδίποδα ὑπὲρ τοῦ μὴ γενεαλογοῦντα ἄνωθεν ἐνοχλεῖν αὐτὸν τοῖς θεωμένοις· ἀλλʼ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα.

223 ὅσα, φησί, λέγω περὶ τούτων μηδὲν φοβεῖσθε· [*](Fol, 99 b) δεῖ δὲ προσυπακοῦσαι ψευσαμένου μου.

225 τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσαττομένους με.

226 ἔξω πρόσω βαίνετε χώρας: ἀκούσαντες τὰ κατʼ αὐτὸν ἀξιοῦσιν ἐξιέναι τοῦ χωρίου· φησὶν οὖν ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβαλεῖν με· οἱ δέ φασιν, οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν ἀντιτιμωρουμένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες [*](6 συμβάλλουσιν Lasc. — 13 τίνʼ L. — 14 τὸν Οἰδίποδα l. — 15 ὀχλεῖν L, corr. Br. — 17 Ἱκέτισι] v. 104 sqq τὰ] τοὺς L, corr. Neuius. — 19 τούτων ] ω ex ου. — 21 τούτους] τοὺς L, corr Br. — 25 τὸ μὴ] τοῦ μὴ L, corr. l.)

412
ὑπὸ σοῦ ἐν μέρει ἀπατῶμέν σε· πέφρασται δὲ δυνατῶς.

227 πρὸς τὸν χορὸν ὁ Οἰδίπους.

228 μοιριδία ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς Ἐρινύας.

229 ὧν προπάθῃ διὰ τὸ τιμωρεῖν ὑπὲρ ὧν ἂν προπάθῃ.

λείπει ἡ διά.

230 ἀπάτα δʼ ἀπάταις: ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι· περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ

  • ἡ γλῶσσʼ ὀμώμοχ᾿ , ἡ δὲ φρὴν ἀνώμοτος·
  • καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν.

    231 παραβαλλομένα ἀντισουμένη.

    232 ἀντιδίδωσιν τῷ ἀπατήσαντι ἐξ ἀρχῆς.

    234 ἄφορμος ἀφορμηθείς.

    237 ὦ ξένοι | αἰδόφρονες: τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ φασιν εὐθέως τῷ δικαιολογικῷ χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς· ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν καιρῷ ἐστιν ἀλλʼ ἐν δυσπραγίᾳ ὥστε ἐπαφρόδιτον εἶναι αὐτοῖς τὴν ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ πείθονται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος [*](7 προπάθῆ L), corr. Lasc. — 16 Eurip. Hipp. v. 612. ὀμώ- μοκεν L. — 21 excidit obelus. — 23 φασιν] φησιν L, corr. Lasc.)

    413
    ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα· καὶ εἰ ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυμαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος· οὐδὲν δὲ ἐν τοῖς Διδύμου τούτων ὀβελισθὲν εὕρομεν.

    ἀλλʼ ἐπεὶ ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά.

    238 γεραὸν ἀλαόν.

    ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν.

    240 ἀκόντων τῶν ἀκουσίων ἢ τῶν ἀπαρεσκόντων ὑμῖν.

    243 οὐ καλοῖς προσορωμένα. οὐ καλοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα· ὀφθαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι ποιοῦσιν.

    προσορωμένα ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι.

    245 ὡς τῆς ἀφʼ αἵματος: ὡς ἂν τῆς κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγενές· ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγγενέσιν.

    246 τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι.

    250 ἐκ σέθεν ἄντομαι: λείπει ἐκείνου ἵνʼ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν.

    252 οὐ γὰρ ἴδοις ἀναθρῶν: τὸ ἑξῆς, οὐ γὰρ [*](1 τὰ ἑξῆς] v. 258 sqq. — 2 καὶ εἰ] corruptum; an καίτοι? — 3 καὶ καθόλου] καὶ omitt. Lasc. — 4 Διδύμου] fr 2; ,,videtur Pii esse adnotatio Didymi verbis, in quantum potuit, servatis“ M. Schm. — 5 ὀβελισθέντων L, corr. Lasc. — 7 δὴ] δῆι L. — 13 οὐ καλοῖς] in textu ,,οὐκα . . λοῖς, α in litura trium literarum posito et λοῖς a m. rec. inserto“ Dind. — 18 ἔχουσα] ἐχούσης L, corr. Herm. — 20 κύρσαι (ut in textu) L, corr. Herm. — 24 ἀναθρῶν etiam in textu L. τὸ ἑξῆς] οὕτως addit l.)

    414
    ἴδοις ἀναθρῶν βροτῶν ὅστις ἂν ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι.