Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1590 ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην. ὃν ἐν ἀρχῇ εἶπεν χαλκόπουν ὀδὸν τοῦτον νῦν ὑποτίθεται ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν ἐκεῖνον τὸν τόπον καταβάσιον ἔχειν εἰς Ἅιδου καί [*](15 Il. ν 517. ἔχων L. — 18 ὑφ’ ἡγητῆρος (ut in textu L) Lasc. — 20 συναλιφὴν L, corr. Lasc. — 23 ἐν ἀρχῇ] v 57 — 24 ὁδὸν L, οὐδὸν Lasc , corr. Neuius — 27 κατάβασιν Lasc.; v. Thesaur 4 p. 1024)

462
εἰσιν οἴ διʼ αὐτῆς τὴν ἁρπαγήν φασι τῆς Κόρης γενέσθαι.

ὁδὸν ἀντὶ τοῦ οὐδόν.

1592 μιᾷ ὡς πλειόνων οὐσῶν τῶν ὁδῶν.

1593 κοίλου πέλας κρατῆρος: τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται· λέγει δὲ διʼ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν· Πειρίθου τε, φησί, κεῖται ξυνθήματα οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς εἰς Ἅίδου καταβάσεως· ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατῆλθον· πιθανῶς δὲ ὁ Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττικῆς φησὶν δὲ τὸ ἐνταῦθα τὴν εἰς Ἅιδου κατάβασιν Οἰδίποδος γενέσθαι.

1595 ἐφʼ οὗ μέσου: μέσου ἀντὶ τοῦ μεταξύ τοῦ κρατῆρος ὅ ἐστι τοῦ μυχοῦ στάς.

στὰς σταθεὶς καὶ μηκέτι ὁδεύσας.

τοῦ τε Θορικίου πέτρου; ταῦτα γνώριμα τοῖς ἐγχωρίοις· Θόρικος δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς.

1596 ἀπὸ κοινοῦ τὸ στάς, κοίλης δὲ ἀχέρδου τῆς τὸν πυθμένα ἐχούσης ὑπόκενον, σαπέντα.

1599 λουτρὰ ἐπὶ τὸ ἀφαγνισθῆναι αὐτὸν πρὸ τελευτῆς.

1600 τώδʼ εὐχλόου Δήμητρος. εὐχλόου Δήμητρος ἱερόν ἐστι πρὸς τῇ ἀκροπόλει· καὶ Εὔπολις Μαρικᾷ ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ κριὸν χλόῃ Δήμητρι [*](1 φησι L, corr. l. — 4 οὐδῶν, corr. Lasc. — 8 καρῆναι φησι L, corr. Lasc. — 10 εἰς add. Suid. v. ξυνθήματα. — 13 φησὶ L. δὲ τὸ del. Lasc. — 14 Οἰδίποδος] Θησέως Br. — 19 Θόρικος] de accentu v. Thesaur. 4 p. 400. — 22 ἀφανισθῆναι L, corr. Lasc. — 26 fr. VII (II p. 502).)

463
ἔνθα δηλοῦται ὅτι καὶ κριὸς θήλεια τῇ θεῷ ταύτῃ θύεται, οὕτω δὲ τιμᾶται ἐκ τῆς κατὰ τῶν κήπων χλόης· θύουσί τε Θαργηλιῶνος ἕκτῃ.

1601 ἐπιστολὰς ἐντολάς, πράξεις.

[*](Fol. 116 a)

1603 ᾗ νομίζεται ὡς νομίζεται ἐπὶ τοῖς νεκροῖς.

1606 Ζεὺς χθόνιος πάνυ σεμνῶς τὸ χθόνιος οἷον μύκημα ἐγένετο καὶ ἐσείσθη ἡ γῆ προδηλοῦντος τοῦ θεοῦ τὸν καιρὸν ἐν ἔδει ἀποτάττεσθαι τὸν Οἰδίποδα.

1608 οὐδʼ ἀνίεσαν οὐκ ἀνέπεμπον.

1611 πτύξας περιπλέξας.

1614 τροφὴν γηροκομίαν.

1617 ἀντὶ τοῦ οὐδεὶς πλέον μου ὑμᾶς ἐφίλησεν.

1621 λύγδην λύζοντες.

πάντες ἀντὶ τοῦ ὁμοῦ· κατʼ ἐπικράτειαν δὲ πάντες ἔφη ἑνὸς μὲν ὄντος τοῦ ἄρσενος, τοῦ Οἰδίποδος, δύο δὲ τῶν θηλειῶν· ὅμοιον τῷ

Μοῦσαι καλαὶ κἄπολλον οἷς ἐγὼ σπένδω.

1624 θώυξεν ἐκάλεσεν, ἐβόησεν.

1630 οἱ ἀντὶ τοῦ πρὸς αὐτόν.

1632 πίστιν ἀρχαίαν διὰ τοῦ ἀρχαίαν βούλεται λέγειν ἀρχὴν πίστεως.

1634 ὅσ᾿  ἂν ὅσα ἄν.

1642 δικαιοῦν δίκαιον νομίζειν.