Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1646 ἀστακτὶ πολυστακτί, πολυδακρύτως.

1648 ἐξαπείδομεν ἴδιον αὐτοῦ τὸ πολλαῖς κεχρῆσθαι [*](1 ἔνθα] in Eupolidis commentariis a Didymo confectis (Wolf. p. 15); ἔνθεν δῆλον ὅτι Tricl. θηλείᾳ Stoeckerus p. 14. — 2 ἐκ add. Lasc. τὸν κῆπον l. — 3 τε] δὲ Br. — 10 οὐκ] οὐδʼ Br. — 12 γηρωκομίαν (ω ex ο L, corr. Lasc. — 17 τῷ] τὸ L, corr. Lasc. — 18 Callim. fr.83c.)

464
ταῖς προθέσεσι· παραφυλακτέον δὲ πῶς καὶ τὰ ἄρρητα ὑπʼ ὄψιν ἤγαγεν ὁ ἄγγελος ἐκ τῶν σχημάτων μηνύων.

[*](Fol. 116b )

1650 ἄνακτα δʼ αὐτόν: τὸν δὲ Θησέα εἴδομεν κατὰ τοῦ κρατὸς ἔχοντα χεῖρα ἐπίσκοτον ὀμμάτων ὅ ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους ἢ τὸ σχῆμα τῶν θαυμαζόντων ἐνδεικνύμενον.

1653 βαιὸν ἀντὶ τοῦ μετʼ ὀλίγον, οὐ μετὰ πολύ.

1659 ἐξέπραξεν ἀνεῖλεν. 

1661 ἢ τὸ νερτέρων γῆς πέδον εὔνουν διαστὰν ὅ ἐστι χάσμα αὐτῷ εὔνουν ἐγένετο.

1662 ἀλύπητον γράφε ἀλάμπετον.

1664 ἐξεπέμπετʼ ἐξέπνευσεν.

ἀλλʼ εἴ τις ὡς οὐδεὶς ἄλλος.  

1665 εἰ δὲ μὴ δοκῶ φρονῶν: εἰ δέ τις οἴεταί με μὴ φρονοῦντα τοῦτο λέγειν οὐκ ἂν αὐτῷ συγχωρήσαιμι οὐδὲ συγκαταθείμην ὅτι ταῦτα ὡς ἄφρων λέγω.

1666 παρείμην παραχωρήσαιμι.

1667 χοἰ προπέμψαντες φίλων ἀντὶ τοῦ ὁ Θησεύς.

1669 φθόγγοις δὲ σημαίνουσιν: αἱ θυγατέρες ἐν μέρει αὐτοῦ ἀπολοφύρονται ἐφʼ οἷς τε νῦν σὺν τῷ πατρὶ ἔπαθον καὶ ἅπερ ἐκδέξεται αὐτάς· καὶ ἔστι τὰ ἐφεξῆς τοῦ δράματος οὐκ εὐκαταφρόνητα.

1670 τὸ ἑξῆς, ἔστι νῶιν στενάζειν οὐ τὸ ἔμφυτον μὲν πατρὸς αἷμα ἄλλο δὲ μὴ ἀλλὰ πολλὰ δῆλον ὅτι.

1674 ἄλλοτε μὲν πόνον: πρότερον μέν τινα ἐπάσχομεν ἐπὶ τῷ πατρὶ τὸ δὲ πύματον τοῦτο καὶ ἔσχατον [*](4 ἴδομεν L, corr. Br. — 5 τοῦ] τῆς L, corr. Lasc. ἐπίσκιον Lasc., ἐπίσκοπον l. — 17 τοῦτο] τοῦ L, corr. Elmsl. — 19 παραχρήσαιμι L, συγχωρήσαιμι Suid. v. παρείμην, corr. Lasc. — 24 δράματος] ἄῤ (ex ἆῤ) L, corr. Lasc.)

465
τὸ κατὰ τὴν ἀφάνισιν αὐτοῦ οὕτω παράδοξόν ἐστιν ὡς μηδὲ λόγον εὑρέσθαι ἐπʼ αὐτοῖς δυνατὸν εἶναι.

1675 ἀλόγιστα παροίσομεν ἀδιήγητα κακὰ βαστάξομεν.

1676 ἰδόντε καὶ παθούσα: πολλαχοῦ τῷ σχήματι χρῆται ἀντὶ τῶν θηλυκῶν τὰ ἀρρενικὰ τιθείς· καὶ ἐν Ἠλέκτρᾳ

  • ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
  • ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·
  • καὶ πάλιν
  • ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
  • κτησώμεθα·
  • καὶ Ὅμηρος
  • τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ᾿ ὁμοῖαι·
  • καὶ Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὅλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴσαν προλιπόντʼ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις.

    ἀντὶ τοῦ ἰδοῦσαι καὶ παθοῦσαι.

    1677 οὐκ ἔστι κ. ἑ. οὐδὲ εἰκόνα ἔχω λαβεῖν τοῦ πάθους.

    1678 ὡς μάλιστʼ ἂν εἰ πόθῳ λάβοις: ὡς μάλιστά τις ποθήσαι μαθεῖν ὅπως βέβηκεν οἷον παραδόξως· καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ παραδόξου δοκοῦντος εἶναι. [*](2 αὐτοῖς] αὐτῷ Br. — 3 βαστάζομεν L, corr. Suid. v. ἀλόγιστα. — 5 πα L,. — 8] v. 979. L. — 11] v. 1003. — 14 Il. ε 778 ubi vulgo αἳ (pro τώ). — 16] Οp. v. 197. χθονὸς] χθ ex λε. — 17 λευκοῖσι L. — 18 ἴσαν] ἴτον apud Hesiodum. — 24 ποθῆσαι L, corr. Neuius.)

    466
    ὡς ἂν ἐπιποθήσαις τὸν τρόπον τῆς τελευτῆς μαθεῖν.

    1679 τί γάρ; ὅτῳ μήτʼ Ἄρης: πρὸς τὸ ἄνω, τί γάρ ἐστιν εἰκονίσαι ἐκείνῳ πάνυ ᾧ τινι μήτε πόλεμος μήτε νόσος ἐπῆλθεν ἀλλʼ ἀφανῶς διὰ χάσματος ἀπολομένῳ;

    1683 τὸ τάλαινα διὰ μέσου ἀναπεφώνηται. νῷν ἡμῖν, ἐμοὶ καὶ Ἰσμήνῃ.