Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1543 σφὼ ὑμεῖς.

1547 οὐ πταίει ὁ ὑποκριτὴς ἀλλʼ εὐθὺ ἄπεισιν ὥσπερ ἀγόμενος ὑπὸ τοῦ θεοῦ· πάνυ δὲ σεμνῶς καὶ τοῦτο Ἑρμῇ προσέθηκεν.

1549 φῶς ἀφεγγές: ὃ τῷ νῷ ὁρᾶται, οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς.

1553 πρόσπολοί τε σοὶ οἱ Ἀθηναῖοι.

1556 τὰν ἀφανῆ θεὸν τὴν Περσεφόνην φησίν.

[*](3 γειτόνῶν in textu L. — 7 πολλαχοῦ] nullum exemplum. — 18 Il. ρ 109. — 22 εὐθὺς A. — 24 Ἑρμοῦ L, corr. Elmsl. — 25 ὁρᾷ L, correxi.)
460

1558 ἐννυχίων τῶν ἐν νυκτὶ ἀεὶ καὶ σκότῳ διατριβόντων, τεθνηκότων.

[*](Fol. 115 b)

1560 λίσσομαι μήτʼ ἐπιπόνῳ: τὰ ἑξῆς μὲν δῆλα ἐκ τῆς λέξεως τὸ δὲ δίδου μοι τοῦτο ἀσυνάρτητόν πως φαίνεται ἡμῖν· ἐπιστῆσαι οὖν ἄξιον λαβόντας καλὸν ἀντίγραφον, δίδου μοι τὸν ξένον κατανύσαι τὰν παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον μήτε ἐπιπόνῳ μήτʼ ἐπὶ βαρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι.

1565 καὶ μάταν πημάτων: τὸ μάτην ἱκνουμένων ἔν τινι τρόπῳ εἴρηκε παρʼ ὅσον σχεδὸν πάντα τὰ ἁμαρτήματα τῷ Οἰδίποδι ἀκουσίως ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν αὐτόν.

1567 ἀποστρέφει τὸν λόγον· πρὸς τὸν Οἰδίποδα.

1568 χθόνιαι θεαὶ ὦ Ἐρινύες.  

1569 θηρὸς τοῦ Κερβέρου.

1571 εὐνᾶσθαι κοιμᾶσθαι.

κνυζεῖσθαί τʼ λείπει τὸ φασίν· ὁ γὰρ νοῦς τοιοῦτος, ὅν φασι κοιμᾶσθαι κνυζεῖσθαί τέ φασι· τοῦτο δὲ αὐτὸς ἀποδέδωκεν εἰπὼν λόγος αἰὲν ἀνέχει, ἤρκει δὲ εἰ κατʼ ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος.

1573 λόγος αἰὲν ἀνέχει ἀντὶ τοῦ φασίν.

1574 ὅν, Γᾶς παῖ: τὸν Κέρβερον ἐξευμενίζομαι τῷ ξένῳ ὁρμωμένῳ καὶ περῶντι νερτέρας νεκρῶν πλάκας ἀβλαβῶς ὑπαντῆσαι.

ἐπανέλαβε· τῷ δὲ ἑνικῷ κέχρηται ἀντὶ πληθυντικοῦ· λέγει γὰρ τὰς Εὐμενίδας, ταύτας δὲ οὕτω καὶ ἐν ἀρχῇ γενεαλογεῖ.

[*](3 ζτ in margine L. — 12 ἀκουσίῳ Doederl. — 13 ὑπίσχειν L, corr. Wolff. p. 184. — 19 κνύζεσθαι L, corr. Elmsl. — 21 ἐξενήνεκται L, corr. Lasc. — 28 ἐν ἀρχῇ] v. 40.)
461

1578 σέ τοι κικλήσκω: τουτέστι τὸν διὰ παντὸς κοιμώμενον· φησὶ δὲ τὸν Θάνατον ὥσπερ δαίμονά τινα ὄντα· πρὸς πάντας γὰρ σχεδὸν τοὺς ὑποχθονίους τὴν παράκλησιν ἐποιήσαντο, τὸν Πλούτωνα, τὴν Περσεφόνην, τὸν Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν.

ὑφ’ ἓν ἀναγνωστέον αἰένυπνον ἀείυπνον· οὕτως ἀποδιδόασι.

1579 ἄνδρες πολῖται, ξυντομωτάτως: ἀντὶ τοῦ συντόμως· ἔστι δὲ ὁ ἄγγελος εἷς τῶν ἀκολουθησάντων Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια ἀπαγγέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν ἦν θεάσασθαι.

1584 τὸν ἀεὶ βίοτον: τὴν ζωήν· εἰώθασι γὰρ τὸ ἀεὶ καὶ ἐπʼ ὀλίγου χρόνου τάσσειν· Ὅμηρος

  • ἔχεν κότον ἐμμενὲς αἰεί.
  • τὸ μακρὸν γῆρας.

    1587 ὡς μὲν γὰρ ἐνθένδε: ὑπερβατόν, ὡς μὲν γὰρ ἐνθένδε εἷρπεν ὑφηγητῆρος οὐδενὸς φίλων ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος καὶ σὺ παρὼν οἶδας.

    1588 ὑφʼ ἡγητῆρος κατὰ συναλοιφήν, λέγει δὲ ὅτι ὑπὸ οὐδενὸς ἡγητῆρος.

    1589 ἐξηγούμενος προηγούμενος.