Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1488 τί δʼ ἂν θέλοις τὸ πιστόν: τί τὸ πιστὸν θέλεις ἐμβαλεῖν τῇ φρενὶ ἐκείνου, τῇ τοῦ Θησέως δῆλον ὅτι; ἀντὶ τοῦ τί βούλει πιθανὸν ἀνακοινώσασθαι τῷ Θησεῖ;

1490 δοῦναι σφιν: ὅτι ἡ σφιν ἀντὶ τῆς οἱ ἀντωνυμίας κεῖται· ἔδει γὰρ εἰπεῖν τελεσφόρον δοῦναί οἱ χάριν. 

ἀντὶ τοῦ αὐτῷ (κατὰ τιμὴν δὲ πληθυντικῶς) ἃ πάροιθʼ ὑπεσχόμην.

1491 ἰὼ παῖ: θαυμαστῶς ὁ χορὸς βοᾷ· ἐπείγει γὰρ τὸ πρᾶγμα.

1493 ἡ ἐπὶ πρὸς τὸ ἄκραν ἵνʼ ᾖ ἐπʼ ἄκραν πέτραν. γύαλον ἀντὶ τοῦ πέτραν.

Ποσειδαονίῳ Ποσειδῶνι.

ἀντὶ τοῦ Ποσειδῶν ἐστιν ἐνάλιος θεός, ὁ δὲ ἑτέρως ἐσχημάτισεν κτητικώτερόν πως διὸ κεῖται τὸ χ.

1495 ἁγιάζων ἁγίζων.

1500 κοινὸς ὑμῶν τε καὶ Οἰδίποδος.

1503 ἐπιρράξασα ἀντὶ τοῦ ἐπέρραξεν.

1506 τύχην ἐπιτυχίαν.

1507 νέορτον ἀντὶ τοῦ νέον. 

1508 τὸ ἑξῆς, καί σε μὴ ψεύσας.

1512 σημάτων προκειμένων οἷον διὰ τῶν σημείων.

[*](Fol. 115a)

1519 γήρως ἄλυπα ἕως γήρως.

τῇδε κείσεται γράφε σῇ τε κείσεται.

[*](8 ὅτι] excidit χ. — 9 εἰπεῖν add. Br. — 19 Ποσειδῶνος L, correxi)
459

1523 μήθʼ οὗ κέκευθε μήτε ὅπου κρύπτεται ὁ χῶρος.

1525 εἰ μὲν βαρυτόνως γειτόνων τῶν Θηβαίων εἰ δὲ περισπωμένως ἀντὶ τοῦ γειτνιῶν ὁ τάφος.

1526 ἐξάγιστα καθαρά· σημαίνει γὰρ καὶ τὸ ἄγος τοῦτο. οὕτως, ἐξάγιστα ἀντὶ ἁγνὰ καὶ μὴ οἷά τε ῥηθῆναι· καὶ ἐπὶ τούτου γὰρ χρῶνται πολλαχοῦ.

1530 χρησίμως καὶ τοῦτο ὥστε παρὰ τὸν καιρὸν τῆς τελευτῆς παραδιδόναι τὸ ἀπόρρητον τῷ πρεσβυτέρῳ υἱῷ ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις διʼ ἧς τῶν Θηβαίων κρατήσουδιν.

1533 ἀδῇον ἀδῄωτον.

1535 κἂν δικαίως τις πολιτεύηται πολλαὶ πόλεις ἀδίκως ἐπέρχονται.

1541 ἐντρεπώμεθα ἀντὶ τοῦ ἐπιστρεφώμεθα· Ὅμηρος

  • ἐντροπαλιζόμενος.
  • 1542 ἐγὼ γὰρ ἡγεμὼν ὑμῖν πέφηνα ὥσπερ ὑμεῖς τῷ πατρί.