Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1444 καὶ τῇδε — χἀτέρᾳ καὶ τοιᾷδε τύχῃ καὶ ἐναντίᾳ.

1447 νέα τάδε νεόθεν: εἰ καὶ ὅτι μάλιστα ξενικά [*](3 αὐτοὺς] ἀντὶ Nauckius. τόσσα σχεθειν L, τόσα Lasc , σχεθεῖν l. — 5 κτήμασι L, corr. Tricl. τοῖς βασιλικοῖς Tricl., τυραννικοῖς Elmsl., βαληνικοῖς Bergk. — 7] fr. III (IV p. 175). τε] δὲ Mein ὁρᾷς] sequuntur in L καὶ εὐφορίων προπρο δέ μιν δασπλῆτες ὀφειλομ reliquis deletis (ex schol. v 681). — 11 τῷ ] τὸ L, corr. Lasc. — 20 ἐν τῇ παρακλήσει] v. 1414. — 24 νεοθεν L.)

456
ἐστι τὰ πρόσωπα καὶ τὰ κατέχοντα τούτους κακὰ ὅμως συναλγεῖ καὶ εὐλαβεῖται μὴ ἐκ τῆς ὁμιλίας τῆς σὺν αὐτοῖς ἀπολαύσωσί τινος κακοῦ καὶ αὐτοί· ἐν τοιούτῳ οὖν ἤθει καὶ ὁ λόγος αὐτοῖς διάκειται, τοιαῦτα πάρεστιν ἡμῖν, φησίν, ἄτοπα παρὰ τοῦ ξένου ἀπολαῦσαι ἐκτὸς εἰ μὴ μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν ἀπολαύσομεν ὧν ἀπολαύομεν.

νεόθεν νεωστί.

1450 εἴ τι μοῖρα μὴ τυγχάνῃ: εἰ μὴ κατὰ μοῖραν ταῦτα πάσχω εἴποιμι ἂν ἐκ τοῦ Πολυνείκους νέα μοι κακὰ ἐληλυθέναι.

1451 μάτην γὰρ οὐδέν: οἷον οὐδέν ἐστι μάταιον ὑπὸ θεῶν ἀξιωθὲν πραχθῆναι ἀλλʼ ὅ ἂν γίνηται ὑπὸ θεῶν τοῦτο καλῶς γίνεται· τὸ δὲ ἑξῆς, μάτην γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι, ἐπειδὴ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος ἕτερα μὲν αὔξων ἄνω τὰ δὲ παρʼ ἦμαρ αὖθις ὅ ἐστιν εἰς τὸ ἔμπαλιν τρέπων τὰ ἤδη αὐξηθέντα οἷον πάντα ἔχει ὑφʼ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαίνεται τουτέστιν ἐν τῷ χρόνῳ πολλαὶ μεταβολαὶ καὶ ὁρᾶται ὁ χρόνος πολλὰ μὲν αὔξων παρʼ ἦμαρ πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων.

1456 ἔκτυπεν αἰθήρ: τὸ συνεκτικώτατον τοῦ δράματος ἐν τούτῳ καθὰ προεῖπεν ὁ Οἰδίπους

  • σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα
  • ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας·
  • [*](2 εὐλαβεῖται] ὁ χορὸς addit Tricl. — 6 μὴ inclusi. — 9 τοι (pro τι) in lemm. l. τυγχάνῃ] in κιχάνῃ mutatum in textu L. — 10 Πολυνείκους] ,,Oedipum pro Polynice nominare vole- bat Herm. — 13 et 14 θεῶν] Θησέως L, corr. Elmsl. γίνηται] γίνεται L, corr. l. — 25] v. 94. τῶνδε] τοῦδε l.)
    457
    μεταξὺ οὖν τῶν χοροῦ λόγων γίνεται τοῦτο ἐφʼ ᾧ  ὁ χορὸς ἀναβοᾷ ὅπερ ἦν σύμβολον τοῦ τὸν Οἰδίποδα τεθνάναι ὅπερ γνωρίσας ὁ Οἰδίπους ἀξιοῖ τὸν Θησέα ἐν τάχει παραγενέσθαι.

    1459 τἀξίωμ᾿ βούλημα.

    1464 ἄκραν φόβαν κρατός, οὕτως ἀποδώσεις.

    1466 οὐρανία ἀντὶ τοῦ ταχεῖα.

    1468 τί μὰν ἀφήσει: τοῦτό φησιν, οὐ μάτην [*](Fol. 114b) γίνεται τὸ κατὰ τὴν διοσημίαν ἀλλʼ ἐπί τινι μεγάλῃ συμφορᾷ · νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς συντυχίας· οἷον ἐπί τινι γίνεται ἡ διοσημία.

    ἀφῇς ἀφήσει.

    1469 ἅλιον μάταιον.

    1470 οὐκ ἄνευ ξυμφορᾶς ἀπὸ κοινοῦ τὸ ἐφορμᾷ.

    1472 τῷδʼ ἐπʼ ἀνδρὶ ἀντὶ τοῦ ἐμοί.

    ἡ θέσφατος τελευτή, ἡ θεσπισθεῖσα τελευτή.

    1473 ἀποστροφὴ ἀποφυγή.

    1474 τῷ τίνι τεκμηρίῳ;

    συμβαλὼν νοήσας, στοχασάμενος.

    1478 ἀμφίσταται περιίσταται ἡμῖν μέγας ψόφος.

    1480 ἵλαος, δαῖμον: εὐσεβέστατα ὁ χόρος εὔχεται πρὸς τὸν θεὸν εἰ ἐπί τινι χαλεπῷ ταῦτα πράττει ἵλεων αὐτὸν γενέσθαι· ὅρα οὖν ὅτι ἡ συμφορὰ ἐπὶ τῆς μέσης ἐννοίας κεῖται.

    λείπει τὸ ἕσο.

    γᾷ τῆ Ἀττικῇ.

    1481 ἀφθεγγὲς χαλεπόν.

    1482 ἐναισίου δὲ συντύχοιμι μηδὲ πονηρῷ τινι συντύχω.

    [*](1 τῶν τοῦ χοροῦ Br. — 9 et 11 διοσημείαν et διοσημεία L, corr. Dind. — 21 ἵλεως l.)
    458

    1484 ἀκερδῆ χάριν ἧς φαῦλον τὸ κέρδος.

    μετάσχοιμι ἀντὶ τοῦ σχοίην.

    1486 ἁνὴρ ὁ Θθησεύς.