Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1248 αἱ δὲ νυχίαν ἀπὸ ῥιπᾶν: τὰ ἀπὸ τῶν ὀρῶν φησι τῶν προσαγορευομένων Pιπῶν· τινὲς δὲ οὕτω καλοῦσι Ῥίπαια ὄρη· λέγει δὲ αὐτὰ ἐννύχια διὰ τὸ πρὸς τῇ δύσει κεῖσθαι· μέμνηται δὲ καὶ Ἀλκμὰν λέγων οὕτω

  • Pιπᾶν ὄρος ἀνθέον ὕλᾳ .
  • νυκτὸς μελαίνας στέρνον.
  • [*](Fol. 112 a)

    1257 παραφύλαττε πάλιν τὴν τέχνην τῆς ῥητορείας αὐτοῦ ὅτι οὐκ εὐθέως ἐπὶ τὴν ὑπόθεσιν ἑαυτοῦ ἀπαντᾷ ἀλλὰ προκατασκευάζει τὰ ὅλα εἰς εὔνοιαν.

    1262 κοινὰ δὲ τούτοις, ὡς ἔοικεν, γίνεται.

    1270 ἄκη ἀντὶ τοῦ ἀνακαλέσασθαι αὐτὰ καὶ ἀναλῦσαι.

    προσφορὰ ἐπανάληψις.

    1277 τὸ δυσπρόσοιστον τὸ δυσπροσπέλαστον.

    1291 ἃ δʼ ἦλθον λείπει ἡ διά.

    [*](Fol. 112b)

    1311 σὺν ἑπτά τε λόγχαις ἕκαστον σύστημα ἑνικῶς ὀνομάζει λόγχην ὡς εἴ τις ἐπὶ πολλῶν ἵππων εἴπῃ τὴν ἵππον.

    1320 ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι στρατεῦσαι ἀλλὰ τὸν Ταλαοῦ ὃν ἔνιοι διὰ τοῦ κ Καλαὸν προσαγορεύουσι καθάπερ Ἀρίσταρχος ὁ Τεγεάτης καὶ Φιλοκλῆς ἱστοροῦσι, συγγραφέων δὲ Ἑκαταῖος ὁ Μιλήσιος.

    1321 ἐπώνυμος παρὰ τὸ παρθένος οὕτω κληθείς.

    [*](1 νυχίαν (pro νυχιᾶν) etiam in textu L. — 6] fr. 58 (p. 851). ῥιπὰς ὄρος ἔνθεον ὕλαι L, corr. Lobeckius. — 7 στέρνων L, corr. Tricl. μελαινέστερον l, — 8 παραφυλάττεται L, παραφυλάττει l, corr. Dind. — 11 literae κεν, γίν in rasura. — 14 ἐπανάληψις] ex initio acholii antecedentis huc retraxi. — 19 εἴποι Lasc. — 22 Ἀρίσταρχος] Nauck. fr. 5. — 23 Φιλοκλῆς] N. fr. 2. Ἑκαταῖος] γενεαλογιῶν III fr. 361α (I p. 29 cf. IV p. 627 add. et corrig.).)
    453

    1329 τῷδʼ ἀνδρὶ δεικτικῶς· καὶ ἔστι πυκνὸς ἐν τῷ τοιούτῳ Σοφοκλῆς.

    1333 παθητικόν ἐστι τὸ πρὸς τῶν πατρῴων κρηνῶν ὁρκοῦν ὡς εἰ ἔφη πρὸς τῶν ἐκθρεψάντων σε ὑδάτων.

    1346 ἤρξατο πάλιν ὁ χορὸς χρηστόν τι συμβουλεύειν.

    [*]( Fol. 113a)

    1350 δικαιῶν δίκαιον κρίνων.

    1354 ὅς γ᾿, κάκιστε: δαιμονίως τῇ ἀποστροφῇ χρῆται ἀπὸ τοῦ χοροῦ ἐπὶ τὸν Πολυνείκην ὁ Οἰδίπους· παραφύλαξον δὲ πῶς οἱ αὐτοὶ τῶν λόγων γίνονται τῶν μὲν θηλειῶν ἐγκώμιον τούτου δὲ κατηγόρημα.

    1375 τοιάσδʼ ἀράς: τοῦτο ἅπαξ ἅπαντες οἱ πρὸ ἡμῶν παραλελοίπασιν, ἔχει δὲ τὰ ἀπὸ τῆς ἱστορίας οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην διʼ ἔθους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου μοῖραν τὸν ὦμον ἐκλαθόμενοί ποτε εἴτε κατὰ ῥᾳστώνην εἴτε ἐξ ὁτουοῦν ἰσχίον αὐτῷ ἔπεμψαν, ὁ δὲ μικροψύχως καὶ τελέως ἀγενῶς ὅμως γοῦν ἀρὰς ἔθετο κατʼ αὐτῶν δόξας κατολιγωρεῖσθαι· ταῦτα ὁ τὴν κυκλικὴν Θηβαΐδα ποιήσας ἱστορεῖ οὕτως

  • ἰσχίον ὡς ἐνόησε χαμαὶ βάλεν εἶπέ τε μῦθον
  • ὤ μοι ἐγώ, παῖδες μὲν ὀνειδείοντες ἔπεμψαν
  • --- [*](1 πυκνὸς] cf. schol. Ai. v. 78. 902. 0ed. Tyr. v. 534. Antig. v. 1034. Trach. v. 305. 411. 548. 1013. Oed. Col. v. 450. 649. 1472. — 3 πρὸς τῶν] πρόσωπον L, πρὸς Lasc., πρὸς τῶν Dind. — 15 οἱ περὶ κ. ἑ.] cf. Zenob. cent. V, 43 (Leutsch. I p. 138). — 19 ἀγεννῶς l. ὅμως γοῦν delet Dind. — 22 Κink. fr. 3. — 23 μὲν] με Tricl., μοι Herm., μέγ᾿  Schneidew. ὀνειδείοντες] ζ÷ in marg. L; ὀνείδειον τόδʼ Buttmannus. — 24 lacunam indicavit Herm.)
    454
  • εὖκτο Διὶ βασιλῆι καὶ ἄλλοις ἀθανάτοισι
  • χερσὶν ὑπʼ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω,
  • τὰ δὲ παραπλήσια τῷ ἐποποιῷ καὶ Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· καὶ ἔοικεν τὸ τῆς ἱστορίας ἥκειν ἐπὶ πολλοὺς ὡς καὶ παρά τινι αὐτὰ ἐκτεθεῖσθαι πρὸς τὸ γελοιότερον διὰ τούτων
  • ἀεῖ δʼ ὁρ τʼ ὀξὺ καὶ τυφλὸς ἦν·
  • θυσίας γὰρ ἀπαρχὰς γέρας ἐπέμπομεν πατρὶ
  • περ ν ὦμον, ἔκκριτον γέρας· τὸ δὴ
  • αὐτοί γε συγκόψαντες, οὐ μεμνημένοι,
  • λήσειν δοκοῦντες ἀντὶ τοῦ κεκομμένον
  • ἐπέμψαμεν βόειον, ὁ δὲ λαβὼν χερὶ
  • ἔγνω παρήσας εἶπέ τʼ ἐκ θυμοῦ τάδε,
  • τίς μοι τόδʼ ἀντόμοιον μισητὸν κρέας
  • πέμπων; γέλωτα δή με ποιοῦνται κόροι
  • θύοντες ὕβρει, τυφλὸς οὔ τι γνώσεται
  • [*](1 εὖκτο 〈δὲ〉 Διὶ Buttm., εὔχθω Wecklinus. βασιλεῖ L, corr. Tricl.. l. ἀθανάτοισιν 1. — 2 καταβῆναι L, corr. Lasc. — 4 ἑπτὰ ἐπὶ Θήβαις] v. 724 sqq. — 5 ἐκτεθεῖσθαι] κεκτῆσθαι adscripto ζ÷ L, ἐκτεθῆναι Lasc., corr. Dind ; πεποιῆσθαι Meinek. — 7 Nauck. fr. adesp. 382. τʼ] γʼ Lasc. καὶ] εἰ καὶ Lasc., ἀεὶ δʼ ὁρῶν τί γʼ ὀξὺ ἦν κεἰ τυφλὸς ἦν Dind , ἀεὶ δ᾿, δρῶν γὰρ ὀξύ, καὶ τυφλός περ ἦν Herm , ἀεὶ δʼ ὁρῶν ἔτυχ ὀξὺ εἰ καὶ τυφλὸς ἦν Bergk., ἀεὶ δʼ δρῶντί γʼ ὄξος εἰ καὶ τυφλὸς ἦν Meinek. — 8 ἀπαρ L; γὰρ delet et κρέας (pro γέρας) scribit Herm., θυσίας ἀπαρχὰς γὰρ κρέας ἐπέμπομεν Dind. — 9 πατρὶ περισσὸν ὦμον ἔκκριτον γέρας Dind., περισσὸν — γέρας 〈τὸ πρὶν〉 Bergkius, περισσὸν — γέρας 〈 βοὸς〉 Meinekius, — περισσὸν κ. ἑ. Nauckins. — 10 αὐτοὶ add. Tricl., αὐτοῖσι Herm., τὸ δήποτʼ ἐγκάψαντες, οὐ μεμν. Mein., τὸ δή γε σῦν κόψαντες (συγκόψαντες Dind.), οὐ μεμν. Nauckius. — 11 κεκομμένου 1. — 13 ἐπαφήσας L. — 14 τάδʼ Herm. ἀνθόμοια Tricl., ἀντʼ ὤμοιο Dind. — 15 πέμπει l. γέλω L, corr. Elmsl. λέγων (γέλων?) δὴ τἀμὰ Tricl. — 16 θύοντες, ὕβριν Bergk. τι] τοι L, corr. Br.)
    455
  • οὕτω λέγοντες· θεοί, μαρτύρομαι
  • ἐγὼ τάδʼ ὑμᾶς καὶ κατεύχομαι κακὰ
  • αὐτοῖσιν αὐτοὺς τῶνδε δὶς τόσα σχεθεῖν,
  • χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα
  • σφάζοιεν ἀμφὶ κτήμασιν βασιλικοῖς·
  • καὶ Μένανδρος ἐν Ναυκλήρῳ
  • ὅ τε Πολυνείκης πῶς ἀπώλετʼ οὐχ ὁρᾷς;
  • 1399 καὶ αὕτη δευτέρα ἐστὶν ὥσπερ δέησις καὶ [*](Fol. 113) παθητικωτάτη ἐν τῷ ἀπολοφύρεσθαι αὑτὸν τεχναζομένη πάνυ πιθανῶς.

    1426 χρῄζει ἐν ἴσῳ τῷ χρησμῳδεῖ. τοῦτο ἐφʼ ἑαυτοῦ φησι καὶ τοῦ ἀδελφοῦ, ἡμῖν δὲ οὐ συμβατέα οὐδὲ συγχωρητέα.

    1427 τίς δὲ τολμήσει ἕπεσθαι κλύων τὰ τοῦδε τἀνδρός;

    1429 καὶ ἐν ταῖς τέχναις ἔστι τοῦτο, ὅτι οὐ πάντα δεῖ ἀληθεύεσθαι ἐὰν μὴ χρήσιμα ᾖ ἀλλὰ δεῖ καί τι ψεύδεσθαι.

    1437 μέθεσθε δʼ ἤδη: καὶ ἐκ τούτου δῆλον ὅτι [*](Fol. 114) ἐν τῇ παρακλήσει ἄμα τοὺς λόγους λέγουσα τούτους εἴχετο αὐτοῦ ἡ ἀδελφή.