Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1432 πρὸς πυρὰν ἐμὴν τὴν ἐπὶ τῇ Οἴτη.

ἀντὶ ἐκ τῶν ἀριστείων κἀμὲ τίμησον.

1441 εὐσεβεῖν τὰ πρὸς θεοὺς αἰνίττεται τοῦτο [*](Fol. 96 a) εἰς Νεοπτόλεμον· ἐν γὰρ τῇ Ἰλίου ἁλώσει ἀπέκτεινε τὸν Πρίαμον προσφυγόντα τῷ βωμῷ τοῦ Ἑρκείου Διός.

1448 τίθεμαι συγκατατίθεμαι.

1452 στείχων χώραν καλέσω ἀσπάσομαι ἀναχωρῶν.

1453 ξύμφρουρον ἐμοὶ τὸ φρουρῆσάν με καὶ φυλάξαν.

1455 ἄρσην ἰσχυρός, ἔντονος.

1459 δύναται πάντα τὰ ὅρη Ἔρμαια καλεῖσθαι ὅτι νόμιος ὁ θεὸς καὶ ὄρειος ὁ Ἑρμῆς, ἔστι δὲ καὶ Ἕρμαιον οὕτως ἐν Λήμνῳ καλούμενον· ἐμοὶ δέ, φησί, πολλὰ βοῶντι καὶ τὸ Ἕρμαιον ὄρος ἀντεφθέγξατο.

[*](16 αἰνίττεται τοῦτο κ. ἑ.] ,,eius autem sceleris poenaeque insecutae, Neoptolemo quoque postea ad aram Apollinis obtruncato, magna fama inter Graecos erat et proverbium inde ductum Νεοπτολέμειος τίσις Herm. — 18 ἑρκίου L, corr. Br.)
394

1460 ἀντίτυπον ἀμοιβαῖον, ἀντίμιμον.

1461 Λύκιόν τε ποτὸν] ἢ οὕτω καλουμένη κρήνη ἐν Λήμνῳ Λυκίου Ἀπόλλωνος ἢ οἷον ἐν ἐρημίᾳ ὑπὸ λύκων πινόμενον.

1462 οὐ δὴ | δόξης ποτὲ τῆσδʼ ἐπιβάντες τῆς οἰήσεως ἀντὶ τοῦ οὐδέποτε τοῦτο οἰηθέντες οὐδʼ ἐλπί- σαντες τελειοῦσθαι ὥστε ἀπελθεῖν εἰς Τροίαν.

1467 φίλων ἢ τοῦ Ἡρακλέους ἢ τοῦ Νεοπτολέμου.

1468 δαίμων τινὲς τὸν Ἡρακλέα, ἔνιοι τὴν Τύχην.

395

1 Οἰδίπους εἰς Ἀθήνας παραγενόμενος ἐρωτᾷ τὴν [*](Fol. 97 a) θυγατέρα Ἀντιγόνην.

3 τίς τὸν πλανήτην Οἰδίπουν: ἔστι μὲν ἀφʼ ἑτέρας ἀρχῆς λαμβάνοντα λέγειν οὕτως, τίς τὸν πλανήτην Οἰδίπουν δέξεται, δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τοῦ τίς μὴ πυσματικῶς κειμένου ἀλλʼ ἀντὶ τοῦ ἣ ἄρθρου ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως, τίνας χώρους ἀφίγμεθα ἢ τίνων ἀνδρῶν πόλιν ἢ τὸν πλανήτην Οἰδίπουν δέξεται; ὅτι δὲ τῷ τίς ἀντὶ ἄρθρου χρῶνται Καλλίμαχός φησιν οὕτως

  • ὑπεὶρ ἄλα κεῖνος ἐνάσθη
  • Ἀλκαθόου τις ἄπυστος·
  • ἠθικώτερον δὲ τὸ πρῶτον.

    ἀντὶ τοῦ ἣ ἄρθρου τὸ τίς.

    τίς ἡμᾶς σήμερον ὑποδέξεται;

    4 σπανιστοῖς; εὐτελέσι, τοῖς κατὰ σπάνιν τοῦ αἰτοῦντος διδομένοις.

    [*](8 ὥστε τῶ παιδὶ νοῦν τετάχθαι L, corr. Lasc. qui πόλις scripserat pro πόλιν (Br.). — 10 τῶ ] τὸ L, corr. Br. — 12 fragm 272. — 14 αλκάθοου (ἀλκάθοον Lasc.) τις L, corr. l. ἄπτυστος L, corr. Bentleius. ἄπυστ᾿  0. Schneiderus.)
    396

    6 μεῖον φέροντα βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντος· οὐ γὰρ ὅσα αἰτεῖ τις λαμβάνει.

    καὶ τόδʼ ἐξαρκοῦν ἐμοὶ ὅμως γοῦν τούτοις ἀρκούμενον.

    7 στέργειν γὰρ αἱ πάθαι: ταῦτά με στέργειν τὰ δυστυχήματα ὁ πολὺς πεποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί· ἀπὸ κοινοῦ δὲ τὸ διδάσκουσιν ἀντὶ τοῦ εἴθισμαι τῷ πολλῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα.

    9 θάκοισιν καθέδραις.

    10 ἢ πρὸς βεβήλοις: βέβηλος τόπος ἐστὶν ὁ ἀκάθαρτος καὶ βατὸς πᾶσι καὶ βέβηλος ἀνὴρ ὁ μιαρός· Εὐριπίδης Πρωτεσιλάῳ

  • οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων
  • καὶ
  • ἀείδω ξυνετοῖσι, θύρας δʼ ἐπίθεσθε βέβηλοι·
  • βεβήλοις οὖν τοῖς πᾶσι βασίμοις τόποις μηδὲ ἀνειμένοις θεοῖς· ἐκ μεταφορᾶς δὲ βεβήλους καὶ τοὺς ἀμυήτους φασὶ καὶ ἀκαθάρτους· Σοφοκλῆς δὲ ἐν Συνδείπνῳ βέβηλον τὸν ἰδιώτην φησίν.

    βεβήλοις βατοῖς.

    11 στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα.

    πυθώμεθα μαθησόμεθα.