Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

150 φυτάλμιος ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ ἀρχῆς τυφλὸς πέφυκας;

δυσαίων: δυστυχὴς καὶ γέρων εἶ ὡς ἔστι στοχάσασθαι ἀπὸ τοῦ εἴδους· φυλακτικῶς δὲ καὶ τοῦτο λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα τὴν πρώτην οὐχ ἑωρακότες ἀλλʼ ἀγνοοῦντες αὐτόν, ἄρα πηρὸς ἦσθα καὶ τοιοῦτος ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ.

δυστυχής·

151 μακραίων τε λείπει τὸ εἶ.

152 ἀλλʼ οὐ μὰν ἔν γ᾿ ἐμοί: ἀλλʼ οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ προμηνύσαντά σοι μὴ εἰσελθεῖν εἰς τόδε τὸ ἱερόν· ἐάν τις, φησίν, ἀγνοοῦντά τινα καὶ [*](2 φασιν] φ, α ex η L. — 6 εὐδαιμονίας L, corr. l, Suid v. εὐδαιμονέστερος. — 10 ὥρμων (ut in textu a m. rec.) L. — 19 τὴν πρώτην] v. 140. — 21 παθήματα] π ex μ.)

408
μιαίνοντα τόπον ἄβατον μὴ διδάξῃ αὐτὸς ἐνέχεται ταῖς ἀραῖς· οὐκ ἐμοὶ οὖν, φησί, προσθήσεις τὴν σὴν ἀράν· προαπαγγελῶ γάρ σοι μὴ πατεῖν τὸν ἄβατον τόπον.

155 περᾷς γὰρ περᾷς. οὕτω Δίδυμος· βαδίζεις γὰρ εἰς ὁ οὐ· προσήκει χωρίον ἐπιβαίνειν.

156 ἀλλʼ ἴνα — | — μὴ προσπέσῃς. ἀντὶ μὴ προσπέσῃς· καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν εἰώθαμεν λέγειν οὕτως, ἴνα παραγένῃ πρὸς ἐμὲ βούλομαί σοι σημαίνειν.

ἀλλʼ ἵνα τῷδʼ ἐν ἀφθέγκτῳ: τὸ νάπος ἄφθεγκτον εἴρηκε παρὰ τὰς προδεδηλωμένας αἰτίας· τὸ δὲ ἑξῆς, ἀλλʼ ἴνα τῷδε μὴ προσπέσῃς νάπει ποιάεντι μετάστηθι· ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων πότων.

158 κάθυδρος οὗ ὅπου ὕδατος πλήρης.

159 μειλιχίων πότων. γλυκέων πότων, ὅ ἐστι μέλιτος, οἷς μειλίσσουσι τὰς θεάς· συγκιρνᾶται γὰρ ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος κρατήρ.

160 συντρέχει συγκιρνᾶται.

161 πάμμορʼ περὶ πάντα δυστυχές.

163 μετάστηθι, ἀπόβηθι: τινὲς οὕτως, πολλά ἐστι τὰ κωλύοντά σε προσμένειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει.

πολλὰ κέλευθος ἐρατύει: οἷον πολλή ἐστιν ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν· δεῖ γὰρ νοεῖν ὡς ὅτι πόρρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆναι [*](3 προσαπαγγελῶ L, προαπαγγέλλω Br., corr. Elmsl — 4 οὕτω Δίδυμος] fr. 1; post σημαίνειν in schol. v. 156 exhibet Elmsl. — 6 ἀλλʼ ἵνα — ἀντὶ μὴ προσπέσῃς] leguntur in L. post σημαίνειν, corr. Br. — 10 προδεδηλωμένας αἰτίας] cf. v. 131 sqq. — 13 πότῶν circumflexu deleto L. — 16 μελίσ- σουσι L, corr Lasc. — 17 κρατὴρ] χρὴ L, κρᾶμα Lasc.. corr. Elmsl ; χοὴ Langius; v. schol v. 469. — 20 τινὲς] τίνες L, corr. Elmsl — 23 ὅτι] ἔτι Elmsl — 24 προφωνοῦσιν L, corr. Lasc.)

409
τῷ τόπῳ· καὶ ταῦτα εἰπόντων .κατὰ μικρὸν ὁ Οἰδίπους προσέρχεται καὶ ἵσταται ὥσπερ ἐν τῷ οὐδῷ τοῦ χωρίου.

166 ἔχεις γράφε οἴσες.

169 φώνει. εἰ θέλεις μέ τι ἐρωτῆσαι πρῶτον ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις οὕτως ἐρώτα με.

πρόσθεν δʼ ἀπερύκου πρότερον δὲ μὴ διαλέγου.

170 λογισώμεθα τί ποιήσομεν.

171 ἀστοῖς ἴσα χρὴ μελετᾶν: ἃ ἐκεῖνοι ἀσκοῦσι τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν.

172 εἴκοντας πρὸς τὸ χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει.

174 σοὶ | πιστεύσας. κατά τινα συνήθειαν ποιητικὴν [*](Fol. 99 a) πληθυντικὸν προειπὼν ἑνικὸν ἐπέζευξεν.

181 ἀίεις οἷον αἰσθάνῃ ποῦ ἐσμεν.

182 ἕσπεο μʼ ἂν ἕπεο μοι.

184 τόλμα ξεῖνος ἐπὶ ξείνης. ξένος ἄν ἐπὶ ξένης τόλμα, τλᾶμον, ταῦτα φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν ἃ καὶ ἡ πόλις μισεῖ.

186 τέτροφεν ἔχει.