Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

392 μᾶτερ αὐτοῦ Διὸς ὅτι ἡ αὐτή ἐστι Ῥέα καὶ γῆ.

393 Πακτωλὸν ποταμὸς Λυδίας ἔνθα ἡ Ῥέα τιμᾶται· χρυσᾶ δὲ ψήγματα ἀπὸ τοῦ Τμώλου τοῦ ὄρους διὰ τοῦ Πακτωλοῦ καταφέρεται.

395 καὶ τότε σε ἐπεκαλεσάμην τιμωρήσασθαι τοὺς περὶ Ἀγαμέμνονα ὅτε παρεδίδοσαν τὰ ὅπλα τοῦ Ἀχιλλέως καὶ νῦν δὲ καλῶ ἵνα τούτους τιμωρήσῃ.

ἐπηυδώμαν ἐπεκαλούμην.

396 ἐς τόνδʼ| τὸν Νεοπτόλεμον.

398 τὸ ἑξῆς, ὅτε τὰ πατρικὰ ὅπλα παρεδίδοσαν τῷ Λαερτίου.

401 ἐπὶ ἄρματος γὰρ λεόντων ὀχεῖται ἡ Ῥέα.

ἔφεδρε πάρεδρε.

402 σέβας ὑπέρτατον Ῥέα· ἢ νοητέον ἐπὶ τῶν ὅπλων.

405 προσᾴδεθ συμφωνεῖτε.

416 ὁ Τυδέως γόνος σύν Ὀδυσσεῖ γὰρ αὐτὸν ἐξέβαλεν Διομήδης.

ἐκ Σισύφου γὰρ κύουσα ἡ Ἀντίκλεια ἐγαμήθη Λαέρτῃ καὶ διὰ τοῦτό φησιν αὐτὸν ὥσπερ πεπρᾶσθαι ἐπειδὴ Λαέρτης πολλὰ δοὺς χρήματα ἠγάγετο τὴν Ἀντίκλειαν· τὸ χ δὲ ὅτι πάλιν Λαερτίου κτητικὸν ἀντὶ πρωτοτύπου Λαέρτου.

419 ἐπίστω ἐπίστασο.

[*](Fol. 84 b)

423 κάκʼ ἐξήρυκεγράφε κἀξεκήρυξε.

[*](2 ἡ add. Wunderus. — 5 τοῦ inclusi. — 8 προεδίδοσαν L, correxi. — 25 πάλιν] cf. schol. Ai. v. 1. — 28 κάκʼ ἐξήρυξε editores multi.)
364

425 οἱ μὲν γράφοντες μόνος παρʼ ἱστορίαν φασὶν (εἶχε γὰρ καὶ ἄλλους) οἱ δὲ γόνος τῷ ποιητῇ ἀκολουθοῦντες λέγουσιν.

426 δύʼ αὔτως δείνʼ ἔλεξας γράφε δύʼ αὐτὼ δʼ ἐξέδειξας, δυικῶς.

429 κἀνταῦθ᾿ ἐν τοῖς ζῶσιν.

431 σοφὸς μέν ἐστιν ἀλλʼ οὐ διόλου ἔσται· αἱ γὰρ τοιαῦται γνῶμαι καταβάλλονται εὐθέως.

443 ἀντὶ ἃ οὐκ ἤθελέν τις ἅπαξ ἀκοῦσαι ταῦτα πολλάκις ἔλεγεν.

445 τοῦτο παρʼ ἱστορίαν· λέγεται γὰρ ὑπὸ Ἀχιλλέως ἀνῃρῆσθαι καθʼ ὃν χρόνον καὶ τὴν Πενθεσίλειαν ἀνεῖλεν· φονευθείσης γὰρ τῆς Πενθεσιλείας ὑπὸ Ἀχιλλέως ὁ Θερσίτης δόρατι ἔπληξε τὸν ὀφθαλμὸν αὐτῆς διὸ ὀργισθεὶς ὁ Ἀχιλλεὺς κονδύλοις αὐτὸν ἀνεῖλεν· ἐλέγετο γὰρ ὅτι καὶ μετὰ θάνατον ἐρασθεὶς αὐτῆς συνελήλυθεν.

446 ἔμελλʼ ἔοικεν.

ἐπεὶ οὐδέπω κατὰ συνίζησιν βαίνεται ἐπειου ἀντὶ τοῦ που.

447 περιστέλλουσιν περικαλύπτουσιν.

448 παλιντριβῆ τετριμμένα τοῖς κακοῖς.